«Κοινή πανήγυρις ἐπουρανίων καί ἐπιγείων»

Κυριακή 30 Μαῒου 2010

«Κοινή πανήγυρις ἐπουρανίων καί ἐπιγείων»

Ἰωάννου Χρυσοστόμου, Εἰς τὸ «εἶδον τὸν Κύριον καθήμενον…» Ὁμιλία Α΄, ΕΠΕ 8Α, 322

ΚΕΙΜΕΝΟ

    «Ὢ τῶν τοῦ Χριστοῦ δωρημάτων! Ἄνω στρατιαὶ δοξολογοῦσιν ἀγγέλων, κάτω ἐν ἐκκλησίαις χοροστατοῦντες ἄνθρωποι τὴν αὐτὴν ἐκείνοις ἐκμιμοῦνται δοξολογίαν. Ἄνω τὰ Σεραφὶμ τὸν τρισάγιον ὕμνον ἀναβοᾷ, κάτω τὸν αὐτὸν ἡ τῶν ἀνθρώπων ἀναπέμπει πληθύς· κοινὴ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων συγκροτεῖται πανήγυρις· μία εὐχαριστία, ἓν ἀγαλλίαμα, μία εὐφρόσυνος χοροστασία. Ταύτην γὰρ ἡ ἄφραστος τοῦ Δεσπότου συγκατάβασις ἐκρότησε, ταύτην τὸ Πνεῦμα συνέπλεξε τὸ Ἅγιον, ταύτης ἡ ἁρμονία τῶν φθόγγων τῇ πατρικῇ εὐδοκίᾳ συνηρμόσθη· ἄνωθεν ἔχει τὴν τῶν μελῶν εὐρυθμίαν, καὶ ὑπὸ τῆς Τριάδος, καθάπερ ὑπὸ πλήκτρου τινός, κινουμένη, τὸ τερπνὸν καὶ μακάριον ἐνηχεῖ μέλος, τὸ ἀγγελικὸν ᾆσμα, τὴν ἄληκτον συμφωνίαν».

ΑΠΟΔΟΣΗ ΝΟΗΜΑΤΟΣ

    Πόσο ἀξιοθαύμαστες εἶναι οἱ δωρεὲς τοῦ Χριστοῦ! Ἐπάνω, στὸν οὐρανό, δοξολογοῦν (τὸν Θεό) οἱ στρατιὲς τῶν ἀγγέλων. Κάτω, στοὺς ἱεροὺς ναούς, τὰ πλήθη τῶν πιστῶν ψάλλουν καὶ μιμοῦνται τὴν ἀγγελικὴ δοξολογία. Ἐπάνω τὰ Σεραφεὶμ ψάλλουν μὲ δύναμη τὸν τρισάγιο ὕμνο. Κάτω τὸ πλῆθος τῶν πιστῶν ἀναπέμπει τὸν ἴδιο ὕμνο (πρὸς τὸν Θεό). Συγκροτεῖται κοινὴ πανήγυρις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων. Μία εὐχαριστία, μία ἀγαλλίαση, μία εὐφρόσυνη συμψαλμωδία. Διότι αὐτὴν τὴ συμψαλ¬μωδία τὴ συγκρότησε ἡ ἀπερίγραπτη συγκατάβαση τοῦ Κυρίου, τὴ συνέπλεξε τὸ Ἅγιο Πνεῦμα. Αὐτῆς τῆς συμψαλμωδίας ἡ ἁρμονία τῶν μουσικῶν φθόγγων συναρμολογήθηκε μὲ τὸ θέλημα τοῦ οὐρανίου Πατρός. Ἀπὸ τὸν οὐρανὸ ἔχει τὴν εὐρυθμία τῶν ἀσμάτων της, καὶ καθὼς κινεῖται ἀπὸ τὴν Ἁγία Τριάδα – σὰν ἀπὸ κάποιο πλῆκτρο – ἀποδίδει τὴν εὐχάριστη καὶ μακαρία μελωδία, τὸ ἀγγελικὸ ἄσμα, τὴν ἀκατάπαυστη συμφωνία.