Δευτέρα 3 Δεκεμβρίου 2012

kampanario 

Εὐ­αγ­γέλιον: ἡμέ­ρας, Δευτ. ιβ΄ ἑβδ. Λουκᾶ (Λκ. κ΄ 27-44).

27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν

28 λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.

29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·

30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος·

31 καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον·

32 ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.

33 ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.

34 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται·

35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·

36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.

37 ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.

38 Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.

39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· διδάσκαλε, καλῶς εἶπας.

40 οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.

41 Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυῒδ εἶναι;

42 καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου

43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

44 Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;

 

Ἑρμηνεία Π.Ν. Τρεμπέλα

27 Πλησίασαν τότε τόν Ἰησοῦ μερικοί ἀπό τούς Σαδδουκαίους, οἱ ὁποῖοι ἰσχυρίζονται ὅτι δέν ὑπάρχει ἀνάσταση, καί τόν ρώτησαν

28 τό ἑξῆς: Διδάσκαλε, ὁ Μωυσῆς μᾶς ἔδωσε γραπτή ἐντολή στό νόμο: Ἐάν κάποιου ὁ ἀδελφός πεθάνει ἔγγαμος ἀλλά ἄτεκνος, πρέπει νά πάρει ὁ ἀδελφός του τή χήρα γυναίκα καί νά γεννήσει μ’ αὐτήν ἀπογόνους γιά τό νεκρό καί ἄτεκνο ἀδελφό του.

29 Ἦταν λοιπόν ἑπτά ἀδέλφια. Καί ὁ πρῶτος νυμφεύθηκε μία γυναίκα καί πέθανε ἄτεκνος.

30 Τήν πῆρε καί ὁ δεύτερος τή γυναίκα αὐτή· ἀλλά κι αὐτός πέθανε ἄτεκνος.

31 Ἐπίσης τήν πῆρε καί ὁ τρίτος, ὅπως κι ὁ δεύτερος. Τό ἴδιο λοιπόν ἔκαναν καί οἱ ἑπτά. Δέν ἄφησαν ὅμως παιδιά καί πέθαναν.

32 Ὕστερα ἀπ’ ὅλους πέθανε καί ἡ γυναίκα.

33 Ὅταν λοιπόν ἀναστηθοῦν οἱ νεκροί, σέ ποιόν ἀπό τούς ἑπτά ἀδελφούς θά γίνει σύζυγος; Διότι ὅλοι τήν εἶχαν πάρει γυναίκα.

34 Τότε τούς ἀπάντησε ὁ Ἰησοῦς: Αὐτοί πού ζοῦν στή ζωή αὐτή καί εἶναι παιδιά τοῦ πρόσκαιρου αὐτοῦ κόσμου, αὐτοί παντρεύονται καί ἔπειτα παντρεύουν καί τούς ἀπογόνους τους.

35 Ὅσοι ὅμως ἀξιωθοῦν ν’ ἀπολαύσουν τό μελλοντικό καί οὐράνιο ἐκεῖνον αἰώνα καί κόσμο καί ν’ ἀναστηθοῦν ἔνδοξα ἀπό τούς νεκρούς, οὔτε οἱ ἴδιοι θά παντρεύονται, οὔτε θά παντρεύουν τούς ἀπογόνους τους.

36 Ἀλλά καί δέν θά ὑπάρχει ἡ ἀνάγκη τοῦ γάμου. Διότι ἕνας ἀπό τούς σκοπούς τοῦ γάμου εἶναι νά προλάβει τήν ἐξάλειψη τοῦ ἀνθρώπινου γένους ἀπό τό θάνατο. Στήν ἄλλη ζωή ὅμως δέν θά ὑπάρχει ἡ ἀνάγκη τοῦ γάμου, διότι οἱ ἄνθρωποι ἐκεῖ πλέον δέν θά εἶναι δυνατόν νά πεθάνουν, ἀφοῦ θά ἔχουν φύση ἄφθαρτη καί ἀθάνατη, ὅπως οἱ ἄγγελοι, καί θά εἶναι υἱοί τοῦ Θεοῦ. Τά σώματά τους δέν θά προέρχονται ἀπό σαρκική γέννηση, ἀλλά θά ξαναγεννηθοῦν μέ τήν ἀνάσταση, πού θά πραγματοποιήσει ἡ ἄμεση ἐπέμβαση τοῦ Θεοῦ καί ὄχι ἡ παρέμβαση σαρκικῶν γονέων.

37 Τό ὅτι ἄλλωστε ἀνασταίνονται οἱ νεκροί τό φανέρωσε καί ὁ Μωυσῆς στό σημεῖο ἐκεῖνο τῆς Ἁγίας Γραφῆς πού γίνεται λόγος γιά τή βάτο· ἐκεῖ δηλαδή πού λέει ὅτι ὁ Κύριος εἶναι ὁ Θεός τοῦ Ἀβραάμ καί ὁ Θεός τοῦ Ἰσαάκ καί ὁ Θεός τοῦ Ἰακώβ.

38 Ὁ Θεός ὅμως δέν εἶναι Θεός νεκρῶν, πού ἐκμηδενίστηκαν ἀπό τό θάνατο, ἀλλά Θεός ζωντανῶν. Διότι γιά τόν Θεό ὅλοι εἶναι ζωντανοί, κι αὐτοί ἀκόμη πού γιά μᾶς εἶναι πεθαμένοι. Ἐξακο­λου­θοῦν νά ζοῦν καί νά βρίσκονται σέ σχέση καί κοινωνία μαζί του· δέν βρίσκονται σέ κατάσταση λήθαργου καί ἀναισθησίας.

39 Τότε μερικοί ἀπ’ τούς γραμματεῖς πού πίστευαν στήν ἀνάσταση τοῦ εἶπαν: Σωστά τά εἶπες, Διδάσκαλε.

40 Ἀπό τότε δέν τολμοῦσαν πιά νά τόν ρωτοῦν τίποτε, διότι πάντοτε ἔβγαινε νικητής στή συζήτηση μαζί τους.

41 Τότε τούς ρώτησε κι ὁ Ἰησοῦς: Πῶς λένε οἱ διδάσκαλοί σας ὅτι ὁ Μεσσίας Χριστός εἶναι ἀπόγονος τοῦ Δαβίδ;

42 Καί πῶς ἀπό τό ἄλλο μέρος ὁ ἴδιος ὁ Δαβίδ λέει στό βιβλίο τῶν Ψαλμῶν: Εἶπε ὁ Κύριος καί Θεός στόν Κύριό μου Χριστό: Κάθισε πάνω στό θρόνο μου στά δεξιά μου, δοξασμένος καί τιμημένος μαζί μου,

43 ὥσπου νά βάλω τούς ἐχθρούς σου νικημένους κάτω ἀπό τά πόδια σου σάν βάθρο, πάνω στό ὁποῖο θά πατοῦν;

44 Ὁ Δαβίδ λοιπόν τόν ὀνομάζει Κύριο. Πῶς ὅμως τότε μπορεῖ νά εἶναι υἱός του; Εἶναι σωστό ὁ πρόγονος νά ὀνομάζει Κύριο τόν τρισέγγονο καί ἀπόγονό του; Αὐτό σημαίνει ὅτι ὁ Μεσσίας δέν εἶναι μόνο υἱός τοῦ Δαβίδ ἀλλά καί Υἱός τοῦ Θεοῦ· καί ὡς Υἱός τοῦ Θεοῦ εἶναι καί Κύριος τοῦ Δαβίδ.