Τήν ἡμέρα αὐτή δέν ὑπάρχει Εὐαγγελικό ἀνάγνωσμα.
Διαβάζονται ἀπό τήν Παλαιά Διαθήκη τά ἑξῆς ἀναγνώσματα:
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. Δ’, 8-15)
Εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον. Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Καὶ εἶπεν ὁ Θεὸς πρὸς Κάϊν· Ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; καὶ εἶπεν· Οὐ γινώσκω, μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγὼ; Καὶ εἶπεν ὁ Θεός· Τί ἐποίησας τοῦτο; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Καὶ νῦν ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου, ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι, στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με, καὶ εἰ ἐκβάλῃς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτω, πᾶς ὁ ἀποκτείνας Κάϊν, ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνελεῖν αὐτόν, πάντα τὸν εὑρίσκοντα αὐτόν.
Προκείμενον Ἦχος βαρὺς Ψαλμὸς κη’
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει.
Στίχ. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. Ε’, 1-15)
Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς, ἵνα φυλάξης ἔννοιαν ἀγαθήν· αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι. Μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρός καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου· τῆς γὰρ ἀφροσύνης πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾍδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται. Ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς, καὶ οὐκ εὔγνωστοι. Νὺν οὖν, υἱέ, ἄκουέ μου, καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους. Μακρὰν ποίησον ἀπ’ αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς, ἵνα μῄ πρόῃ ἄλλοις ζωήν σου, καὶ σὸν βίον ἀνελεήμοσιν, ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίους εἰσέλθωσι, καὶ μεταμεληθήσῃ ἐπ’ ἐσχάτων σου, ἡνίκα ἂν κατατριβῶσι σάρκες σώματός σου, καὶ ἐρεῖς· Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους δικαίων ἐξέκλινεν ἡ καρδία μου. Οὐκ ἤκουον φωνῆς παιδεύοντός με καὶ διδάσκοντός με, οὐδὲ παρέβαλον τὸ οὖς μου, παρ’ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ, ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς. Υἱέ, πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.