Τήν Μεγάλη Τεσσαρακοστή, κατά τίς καθημερινές, ἐπειδή δέν τελεῖται κανονική Θεία Λειτουργία, δέν ἀναγινώσκονται εὐαγγελικά καί ἀποστολικά ἀναγνώσματα. Στόν ἑσπερινό ὅμως τῆς κάθε ἡμέρας ἀναγινώσκονται κείμενα ἀπό τήν Παλαιά Διαθήκη.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ς’, 9-22)
Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ Θεῷ εὐηρέστησε Νῶε. Ἐγέννησε δὲ Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σάρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν, καὶ ἰδού, ἐγὼ καταφθείρω αὐτούς, καὶ τὴν γῆν. Ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων ἀσήπτων, τετραγώνων, νοσσιὰς ποιήσεις κατὰ τὴν κιβωτόν, καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ. Καὶ οὕτω ποιήσεις τὴν κιβωτόν, τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ, καὶ πεντήκοντα πήχεων τὸ πλάτος, καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτόν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν, τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων, κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν. Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ, καὶ ὅσα ἂν ᾖ ἐπὶ τῆς γῆς, τελευτήσει. Καὶ στήσω τὴν διαθήκην μου μετὰ σοῦ, εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτόν, σύ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ. Καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν καὶ ἀπὸ πάντων τῶν θηρίων, καὶ ἀπὸ πάσης σαρκός, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ, ἄρσεν καὶ θῆλυ ἔσονται. Ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σέ, τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ. Σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων, ἃ ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται σοι, καὶ ἐκείνοις φαγεῖν. Καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὕτως ἐποίησε.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. Η’, 1-21)
Υἱέ, σὺ τὴν σοφίαν κήρυξον, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Νοήσατε ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρεῖσσον γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε, καὶ ὑπερηφανίαν, καὶ ὁδοὺς πονηρῶν, μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. Δι’ ἐμοῦ μεγιστάνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν, καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀνὰ μέσον τρίβων ἀληθείας ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.