Πέμπτη 11 Απριλίου 2013

 04 pempti

Τήν Μεγάλη Τεσσαρακοστή, κατά τίς καθημερινές, ἐπειδή δέν τελεῖται κανονική Θεία Λειτουργία, δέν ἀναγινώσκονται εὐαγγελικά καί ἀποστολικά ἀναγνώσματα. Στόν ἑσπερινό ὅμως τῆς κάθε ἡμέρας ἀναγινώσκονται κείμενα ἀπό τήν Παλαιά Διαθήκη.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Ι’, 32 – ΙΑ’ 9)

Αὗται αἱ φυλαὶ υἱῶν Νῶε, κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν. Ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς, μετὰ τὸν κατακλυσμόν. Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σεναάρ, καὶ κατῴκησαν ἐκεῖ. Καὶ εἶπεν ἕκαστος τῷ   πλησίον αὐτοῦ. Δεῦτε πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος αὐτοῖς ἦν ὁ πηλός. Καὶ εἶπον· Δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς. Καὶ κατέβη Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. Καὶ εἶπε Κύριος· Ἰδοὺ γένος ἕν, καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ’ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. Δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Καὶ διέσπειρεν αὐτοὺς Κύριος ὁ Θεὸς ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ὁ Θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΓ’, 19 – ΙΔ’, 6)

Ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσι ψυχήν, ἔργα δὲ ἀσεβῶν, μακρὰν ἀπὸ γνώσεως, ὁ συμπορευόμενος σοφοῖς, σοφὸς ἔσται. Ὁ δὲ συμπορευόμενος ἄφροσι, γνωσθήσεται. Ἁμαρτάνοντας καταδιώξεται κακά, τοὺς δὲ δικαίους καταλήψεται ἀγαθά. Ἀγαθὸς ἀνήρ, κληρονομήσει υἱοὺς υἱῶν, θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβῶν. Δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά, ἄδικοι δὲ ἀπολοῦνται συντόμως· ὃς φείδεται τῆς ἑαυτοῦ βακτηρίας, μισεῖ τὸν ἑαυτοῦ υἱόν. Ὁ δὲ ἀγαπῶν παιδεύει ἐπιμελῶς. Δίκαιος ἐσθίων, ἐμπλήσει ψυχὴν αὐτοῦ, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς. Σοφαὶ γυναῖκες ᾠ κοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς, ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον. Ὁ δὲ σκολιάζων ταῖς ὁδοὶς αὐτοῦ, ἀτιμασθήσεται. Ἐκ στόματος ἀφρόνων, βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν, φυλάσσει αὐτούς. Οὗ μή εἰσι βόες, φάτναι καθαραί, οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς. Μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις, εὐχερής.