Δευτέρα 15 Απριλίου 2013

 01 deftera

Τήν Μεγάλη Τεσσαρακοστή, κατά τίς καθημερινές, ἐπειδή δέν τελεῖται κανονική Θεία Λειτουργία, δέν ἀναγινώσκονται εὐαγγελικά καί ἀποστολικά ἀναγνώσματα. Στόν ἑσπερινό ὅμως τῆς κάθε ἡμέρας ἀναγινώσκονται κείμενα ἀπό τήν Παλαιά Διαθήκη.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΓ’ 12-18)

Ἄβραμ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Ὁ δὲ Θεὸς εἶπε τῷ Ἄβραμ, μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ’ αὐτοῦ. Ἀνάβλεψον τοῖς  ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν   σὺ εἶ, πρός βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος, καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς, εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται, ἀναστάς, διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτήν, καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα. Καὶ ἀποσκηνώσας Ἄβραμ ἐλθὼν κατῴκησε παρὰ τὴν Δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρώμ· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΔ’, 27 – ΙΕ’, 4)

Φόβος Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου. Ἐν πολλῷ ἔθνει, δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ, συντριβὴ δυνάστου. Μακρόθυμος ἀνήρ, πολύς ἐν φρονήσει. Ὁ δὲ ὀλιγόψυχος, ἰσχυρὸς ἄφρων. Πραΰθυμος ἀνήρ, καρδίας ἰατρός, σὴς δὲ ὀστέων, καρδία αἰσθητική, ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτόν, ἐλεεῖ πτωχόν. Ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς ἐπὶ Κύριον, τῇ  ἑαυτοῦ Ὁσιότητι δίκαιος. Ἐν καρδίᾳ ἀγαθὴ ἀνδρὸς ἀναπαύσεται σοφία, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται. Δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλαττονοῦσι δὲ φυλὰς ἁμαρτίαι. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ  δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά. Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. Ἴασις γλώσσης, δένδρον ζωῆς. Ὁ δὲ συντηρῶν αὐτήν, πλησθήσεται πνεύματος.