† ΚΥΡΙΑΚΗ Ε΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ
Απόστολος: Κυρ. ε΄ νηστ., «Χριστὸς παραγενόμενος ἀρχιερεύς» (῾Εβρ. θ΄ 11-14).
Ἀδελφοὶ Χριστὸς παραγενόμενος Ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου τοῦτ΄ ἔστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου Αἵματος εἰσῆλθεν ἐφ’ ἅπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ γὰρ τὸ Αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ Αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου, ἑαυτόν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων, εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;