Δευτέρα πρὸ τῶν Βαΐων.
Τήν Μεγάλη Τεσσαρακοστή, κατά τίς καθημερινές, ἐπειδή δέν τελεῖται κανονική Θεία Λειτουργία, δέν ἀναγινώσκονται εὐαγγελικά καί ἀποστολικά ἀναγνώσματα. Στόν ἑσπερινό ὅμως τῆς κάθε ἡμέρας ἀναγινώσκονται κείμενα ἀπό τήν Παλαιά Διαθήκη.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΚΖ’, 1-41)
Ἐγένετο μετὰ τὸ γηράσαι τὸν Ἰσαάκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου, καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου, νῦν οὖν λάβε τὸ σκεῦος σου, τήν τε φαρέτραν, καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου, πρὶν ἢ ἀποθανεῖν με. Ῥεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. Ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον, θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ· Ῥεβέκκα δὲ εἶπε πρὸς Ἰακώβ, τὸν υἱὸν αὐτῆς τὸν νεώτερον. Ἴδε, ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, λέγοντος· Ἔνεγκόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, καὶ φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου, πρὸ τοῦ ἀποθανεῖν με· νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι, καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς· καὶ ποιήσω ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν. Εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· Ἔστιν ὁ Ἡσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος, μήποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐπ’ ἐμαυτόν, κατάραν, καὶ οὐκ εὐλογίαν. Εἶπε δὲ αὐτῷ ἡ μήτηρ· Ἐπ’ ἐμὲ ἡ κατάρα σου τέκνον, μόνον ἐπάκουσον τῆς φωνῆς μου, καὶ πορευθεὶς ἔνεγκέ μοι. Πορευθεὶς δέ, ἔλαβε, καὶ ἤνεγκε τῇ μητρὶ αὐτοῦ, καὶ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ἐποίησεν ἡ ὁ πατήρ αὐτοῦ. Καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, τὴν καλήν, ἣ ἦν παρ’ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκε περὶ τοὺς βραχίονας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ, καὶ ἔδωκε τὰ ἐδέσματα, καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν, εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς, καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπε· Πάτερ· ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, τίς εἶ σύ, τέκνον; Καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ αὐτοῦ· Ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου, πεποίηκα καθὰ ἐλάλησάς μοι, ἀναστάς, κάθισον, καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Εἶπε δὲ Ἰσαὰκ τῷ υἱῶ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὁ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον ἐμοῦ. Εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακώβ· Ἐγγισόν μοι, καὶ ψηλαφήσω σε τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ, ἢ οὔ! Ἤγγισε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτόν, καὶ εἶπεν· Ἡ μὲν φωνή, φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες, χεῖρες Ἡσαῦ. Καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ, ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι. Καὶ εὐλόγησεν αὐτόν, καὶ εἶπε· Σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ὁ δὲ εἶπεν· Ἐγώ. Καὶ εἶπε· Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. Καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε, καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε. Καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· Ἐγγισόν μοι καὶ φίλησόν με τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν, καὶ εἶπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος, καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου Κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου, ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε, εὐλογημένος. Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο, ὡς ἂν ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας, καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα, καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπεν. Ἀναστήτω ὁ πατήρ μου, καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ. τίς εἶ σὺ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ. Ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα, καὶ εἶπε· Τίς ἐστιν ὁ θηρεύσας μοι θήραν, καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε, καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται. Ἐγένετο δέ, ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα, καὶ εἶπεν· Εὐλόγησον δὴ κᾀμέ, πάτερ. Εἶπε δὲ αὐτῷ· Ἐλθὼν ὁ ἀδελφὸς σου μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου. Καὶ εἶπε· Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἑπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο, τά τε πρωτοτόκιά μου εἴληφε, καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου. Καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ. Ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ· Εἰ κύριον αὐτὸν πεποίηκά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον; Εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ. Μὴ εὐλογία μία σοι ἐστι, πάτερ; εὐλόγησον δὴ κᾀμέ, πάτερ. Κατανυχθέντος δὲ Ἰσαάκ, ἀνεβόησε φωνῇ μεγάλῃ Ἡσαῦ, καὶ ἔκλαυσεν· Ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ, εἶπεν αὐτῷ· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις, ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου. Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΙΘ’, 16-25)
‘Ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν, ἀπολεῖται, ὁ ἐλεῶν πτωχόν, δανείζει Θεῷ, κατὰ δὲ τὸ δόμα αὐτοῦ, ἀνταποδώσει αὐτῷ. Παίδευε υἱόν σου· οὕτω γὰρ ἔσται εὔελπις, εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου. Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται, ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει. Ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ’ ἐσχάτων σου. Πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός, ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. Καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρεῖσσον δὲ πτωχὸς δίκαιος, ἢ πλούσιος ψεύστης. Φόβος Κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖ γνῶσις, ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς. Λοιμοῦ μαστιγωμένου, ἄφρων πανουργότερος ἔσται, ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν.