Τρίτη πρὸ τῶν Βαΐων
Τήν Μεγάλη Τεσσαρακοστή, κατά τίς καθημερινές, ἐπειδή δέν τελεῖται κανονική Θεία Λειτουργία, δέν ἀναγινώσκονται εὐαγγελικά καί ἀποστολικά ἀναγνώσματα. Στόν ἑσπερινό ὅμως τῆς κάθε ἡμέρας ἀναγινώσκονται κείμενα ἀπό τήν Παλαιά Διαθήκη.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΛΑ’, 3-16)
Εἶπε Κύριος πρὸς Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἀποστείλας δὲ Ἰακώβ, ἐκάλεσε Λείαν, καὶ Ῥαχήλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια, καὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ἡμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμέ, ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν, ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ, καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν, ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς τοῦ πατρός μου κακοποιῆσαί με. Ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα, ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά. Καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, ἐν γαστρὶ λαμβάνοντα, εἶδον αὐτὰ τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι. Καὶ οἱ κριοὶ ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἴγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ Ἄγγελος τοῦ Θεοῦ καθ’ ὕπνον· Ἰακώβ, Ἰακώβ· Ἐγὼ δὲ εἶπα· Τί ἔστι; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους, καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα, καὶ τὰς αἴγας διαλεύκους καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ Θεός σου, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν. Νῦν οὖν ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. Καὶ ἀποκριθεῖσαι Ῥαχήλ, καὶ Λεία, εἶπον αὐτῷ· Μή ἐστιν ἡμῖν ἔτι μερίς, ἢ κληρονομίαν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, οὐχ ὡς ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς, καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν, πάντα τὸν πλοῦτον, καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται, καὶ τοῖς τέκνοις ἡμῶν. Νῦν οὖν, ὅσα σοι εἴρηκεν ὁ Θεός σου, ποίει.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΚΑ’, 3-21)
Υἱέ, ποιεῖν δίκαια καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ μᾶλλον, ἢ θυσιῶν αἷμα. Μεγαλόφρων ἐν ὕβρει θρασυκάρδιος, λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία, λογισμοὶ συντέμνοντος, πλὴν εἰς περίσσειαν, καὶ πᾶς μὴ ἐπισπουδάζων, πλὴν εἰς ὑστέρημα, ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει, καὶ ἔρχεται ἐπὶ παγίδας θανάτου. Ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται· οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια. Πρὸς τοὺς σκολιούς, σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεός· ἁγνά γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτοῦ. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας, καὶ ἐν οἴκῳ κοινῷ. Ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ’ οὐδενὸς τῶν ἀνθρώπων. Ζημιουμένου ἀκολάστου, πανουργότερος γίνεται ὁ ἄκακος, συνιῶν δὲ σοφός, δέξεται γνῶσιν. Συνιεῖ δίκαιος ψυχὰς ἀσεβῶν, καὶ φαυλίζει ἀσεβεῖς ἐν κακοῖς. ῞Ος φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ἐπακούων. Δόσις λάθριος, ἀνατρέπει ὀργάς, δώρων δὲ ὁ φειδόμενος, θυμὸν ἐγείρει ἰσχυρόν. Εὐφροσύνη δικαίων ποιεῖν κρῖμα, ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις. Ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης, ἐν συναγωγῇ γιγάντων ἀναπαύσεται. Ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην, φιλῶν οἶνον, καὶ ἔλαιον, οὐ πλουτήσει, περικάθαρμα δὲ δικαίου ἄνομος, καὶ ἀντὶ εὐθέων, παράνομος. Κρεῖσσον οἰκεῖν ἐν γῇ ἐρήμῳ, ἢ μετὰ γυναικὸς μαχίμου, καὶ γλωσσώδους, καὶ ὀργίλου, θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν, ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.