Παρασκευὴ 26 Απριλίου 2013

05 paraskevi

Παρασκευὴ πρὸ τῶν Βαΐων.

Τήν Μεγάλη Τεσσαρακοστή, κατά τίς καθημερινές, ἐπειδή δέν τελεῖται κανονική Θεία Λειτουργία, δέν ἀναγινώσκονται εὐαγγελικά καί ἀποστολικά ἀναγνώσματα. Στόν ἑσπερινό ὅμως τῆς κάθε ἡμέρας ἀναγινώσκονται κείμενα ἀπό τήν Παλαιά Διαθήκη.

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ.  ΜΘ’, 33 – Ν’, 26)

Κατέπαυσεν Ἰακώβ, ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην, ἐξέλιπε, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. Καὶ ἐπιπεσὼν Ἰωσήφ ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ, ἔκλαυσε πικρῶς ἐπ’ αὐτῷ, καὶ ἐφίλησεν αὐτόν. Καὶ προσέταξεν, Ἰωσὴφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς, ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ· καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Ἰσραήλ. Καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας· οὕτω γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς, καὶ ἐπένθησεν αὐτόν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας. Ἐπεὶ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν Ἰωσὴφ πρὸς τοὺς δυνάστας Φαραώ, λέγων· Εἰ εὗρον χάριν ἐναντίον ὑμῖν, λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραώ, λέγοντες· ὁ πατὴρ μου ὥρκισέ με, πρὸ τοῦ τελευτῆσαι αὐτόν, λέγων· Ἐν τῷ μνημείῳ, ὃ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναάν, ἐκεῖ με θάψεις. Νῦν οὖν ἀναβάς, θάψω τὸν πατέρα μου, καὶ ἐπανελεύσομαι. Εἶπον οὖν τῷ Φαραώ, κατὰ τὰ εἰρημένα ὑπὸ τοῦ Ἰωσήφ. Καὶ εἶπε Φαραὼ τῷ Ἰωσήφ· Ἀνάβηθι, θάψον τὸν πατέρα σου, καθάπερ ὥρκισέ σε. Καὶ ἀνέβη Ἰωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετ’ αὐτοῦ πάντες οἱ παῖδες Φαραώ, καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ, καὶ πάντες οἱ πρεσβύτεροι γῆς Αἰγύπτου, καὶ πᾶσα ἡ παροικία Ἰωσήφ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ, καὶ τὴν συγγένειαν αὐτοῦ, καὶ τὰ πρόβατα, καὶ τοὺς βόας ὑπελείποντο ἐν γῇ Γεσέμ. Καὶ συνανέβησαν μέτ’ αὐτοῦ ἅρματα, καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα. Καὶ παρεγένοντο εἰς ἅλωνα Ἀτάδ, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου, καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν, καὶ ἰσχυρὸν σφόδρα, καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας. Καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χαναὰν τὸ πένθος ἐπὶ ἅλωνι Ἀτάδ, καὶ εἶπον· Πένθος μέγα τοῦτό ἐστι τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου. Πένθος Αἰγύπτου, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου. Καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ, καθὼς ἐνετείλατο αὐτοῖς, καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χαναάν, καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Ἀβραὰμ τὸ σπήλαιον ἐν κτήσει μνημείου, παρὰ Ἐφρὼν τοῦ Χετταίου, κατέναντι Μαμβρῆ. Καὶ ὑπέστρεψεν Ἰωσήφ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πάντες οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ. Ἰδόντες δὲ οἱ ἀδελφοὶ Ἰωσήφ, ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπον· Μήποτε μνησικακήσῃ ἡμῖν Ἰωσήφ, καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά, ἃ ἐνεδειξάμεθα αὐτῷ, καὶ παραγενόμενοι πρὸς Ἰωσήφ, εἶπον· ὁ πατήρ σου ὥρκισε πρὸ τοῦ τελευτῆσαι αὐτόν, λέγων. Οὕτως εἴπατε Ἰωσήφ. Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο, καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. Καὶ ἔκλαυσεν Ἰωσήφ, λαλούντων αὐτῶν πρὸς αὐτόν. Καὶ ἐλθόντες πρὸς αὐτόν, εἶπον· ἴδε, ἡμεῖς σοι οἰκέται. Καὶ εἶπεν αὐτοῖς Ἰωσήφ· Μὴ φοβεῖσθε· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ, ὑμεῖς ἐβουλεύσασθε κατ’ ἐμοῦ εἰς πονηρά, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον, καὶ ἵνα τραφῇ λαὸς πολύς. Καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε, ἐγὼ διαθρέψω ὑμᾶς, καὶ τὰς οἰκίας ὑμῶν, καὶ παρεκάλεσεν αὐτούς, καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ παροικία τοῦ πατρὸς αὐτοῦ. Καὶ ἔζησεν Ἰωσὴφ ἔτη ἑκατόν δέκα. Καὶ εἶδεν Ἰωσὴφ Ἐφραὶμ παιδία, ἕως τρίτης γενεᾶς, καὶ οἱ υἱοὶ Μαχεὶρ τοῦ υἱοῦ Μανασσῆ ἐτέχθησαν ἐπὶ μηρῶν Ἰωσήφ. Καὶ εἶπεν Ἰωσὴφ τοῖς ἀδελφοὶς αὐτοῦ, λέγων· Ἐγὼ ἀποθνήσκω, ἐπισκοπῇ δὲ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς, καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν ὑμῶν Ἀβραάμ, Ἰσαάκ, καὶ Ἰακώβ. Καὶ ὥρκισεν Ἰωσήφ, τοὺς υἱοὺς Ἰσραὴλ λέγων· Ἐν τῇ ἐπισκοπῇ, ᾗ ἐπισκέψηται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ’ ὑμῶν. Καὶ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα, καὶ ἔθαψαν αὐτὸν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ.  ΛΑ’, 8-31)

Υἱέ, ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντα ὑγιῶς. Ἄνοιγε σὸν στόμα, καὶ κρίνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις, θεωρήσασα γεώργιον, ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι, καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο, τῇ γλώσση αὐτῆς. Στεναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν. Ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, σὺ δὲ ὑπέρκεισαι, καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικὸς οὐκ ἔστιν ἐν σοί· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτὴ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.