Σάββατο 27 Απριλίου 2013

06 savvato

† Σάββατο τοῦ Λαζάρου.

ΑΝΑΓΝΩΣΜΑΤΑ. Προκείμενον τῆς ἑορτῆς· Ἀπόστολος:

Σαββάτου τοῦ Λαζάρου, «Βασιλείαν ἀσάλευτον» (῾Εβρ. ιβ΄ 28-ιγ΄ 8).

Ἀδελφοί, βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν, δι’ ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ, μετὰ αἰδοῦς καὶ εὐλαβείας· καὶ γὰρ ὁ Θεὸς ἡμῶν, πῦρ καταναλίσκον. Ἡ φιλαδελφία μενέτω. Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες Ἀγγέλους. Μιμνήσκεσθε τῶν δεσμίων, ὡς συνδεδεμένοι, τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι. Τίμιος ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν. Οὐ μή σε ἀνῶ, ουδ’ οὐ μὴ σὲ ἐγκαταλίπω· ὥστε θαρροῦντας ἡμᾶς λέγειν· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος; Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵ τινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμεῖσθε τὴν πίστιν· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.