Δευτέρα 8 Απριλίου 2013

01 deftera

Τήν Μεγάλη Τεσσαρακοστή, κατά τίς καθημερινές, ἐπειδή δέν τελεῖται κανονική Θεία Λειτουργία, δέν ἀναγινώσκονται εὐαγγελικά καί ἀποστολικά ἀναγνώσματα. Στόν ἑσπερινό ὅμως τῆς κάθε ἡμέρας ἀναγινώσκονται κείμενα ἀπό τήν Παλαιά Διαθήκη.

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. Η’, 21 – Θ’, 7)

Εἶπε Κύριος ὁ Θεός, διανοηθείς· οὐ προσθήσω ἔτι καταράσασθαι τὴν γῆν, διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα. Πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα οὐ καταπαύσωσι. Καὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ὁ φόβος ὑμῶν, καὶ ὁ τρόμος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ πετεινὰ τοῦ Οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης, ὑπὸ χεῖρας ὑμῖν δέδωκα, καὶ πᾶν ἑρπετόν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν, ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν, ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό, καὶ ἐκ χειρός ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου, ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ὑμεῖς δὲ αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΑ’, 19 – ΙΒ’, 6)

Υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. Βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοί, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν. Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως, οὐκ ἀτιμώρητος ἔσται κακῶν. Ὁ δὲ σπείρων δικαιοσύνην, λήψεται μισθὸν πιστόν. Ὥσπερ ἐνώτιον χρυσοῦν ἐν ῥινὶ ὑός, οὕτω γυναικὶ κακόφρονι κάλλος. Ἐπιθυμία δικαίων πᾶσα ἀγαθή, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. Εἰσίν, οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶ δὲ καὶ οἳ συνάγοντες τὰ ἀλλότρια, ἐλαττονοῦνται. Ψυχὴ εὐλογουμένη πᾶσα ἁπλή, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων, ὁ συνέχων σῖτον, ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσιν, εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. Τεκταινόμενος ἀγαθά, ζητεῖ χάριν ἀγαθήν, ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν. Ὁ πεποιθὼς ἐπὶ τῷ   πλούτῳ αὐτοῦ, οὗτος πεσεῖται. Ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ, ὁ μὴ συμπεριφερόμενος τῷ   ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. Εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; ὁ ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους, ἄφρων. Κρείσσων ὁ εὑρίσκων χάριν παρὰ Κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται, οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. Γυνὴ ἀνδρεία στέφανος τῷ   ἀνδρὶ αὐτῆς, ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός. Λογισμοὶ δικαίων κρίματα, κυβερνῶσι δὲ ἀσεβεῖς δόλους. Λόγοι ἀσεβῶν δόλιοι εἰς αἷμα, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.