Τρίτη 9 Απριλίου 2013

 02 triti

Τήν Μεγάλη Τεσσαρακοστή, κατά τίς καθημερινές, ἐπειδή δέν τελεῖται κανονική Θεία Λειτουργία, δέν ἀναγινώσκονται εὐαγγελικά καί ἀποστολικά ἀναγνώσματα. Στόν ἑσπερινό ὅμως τῆς κάθε ἡμέρας ἀναγινώσκονται κείμενα ἀπό τήν Παλαιά Διαθήκη.

 

Γενέσεως τὸ Ἀνάγνωσμα

(Κεφ. θ’, 8-17)

Εἶπε Κύριος ὁ Θεὸς τῷ  Νῶε, καὶ τοῖς  υἱοῖς αὐτοῦ μέτ’ αὐτοῦ, λέγων· Ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ  σπέρματι ὑμῶν μεθ’ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς  θηρίοις τῆς γῆς, ὅσα ἐστὶ μεθ’ ὑμῶν, ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ, καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σάρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος, τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ  Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀναμέσον πάσης ψυχῆς ζώσης, ὅσα ἐστὶ μεθ’ ὑμῶν, εἰς γενεάς αἰωνίους. Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀναμέσον ἐμοῦ, καὶ τῆς γῆς, καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀναμέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, καὶ οὐκ ἔσται ἔτι ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα. Καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκης αἰωνίου, ἀναμέσον ἐμοῦ, καὶ τῆς γῆς, καὶ ἀναμέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεὸς τῷ  Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀναμέσον ἐμοῦ καὶ ἀναμέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς.

 

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα

(Κεφ. ΙΒ’, 8-22)

Στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται. Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ, ἢ τιμὴν ἑαυτῷ περιτιθείς, καὶ προσδεόμενος ἄρτου. Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν, ἀνελεήμονα. Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν, ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια, ἐνδεεῖς φρενῶν, ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν. Ἐπιθυμίαι ἀσεβῶν, κακαί, αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν, ἐν ὀχυρώμασι. Δι’ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐξολισθαίνει δὲ ἐξ αὐτῶν δίκαιος. Ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς. Ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ. Ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός. Ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ, ἀτιμίαν πανοῦργος. Ἐπιδεικνυμένην πίστιν ἀναγγελεῖ δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων, δόλιος. Εἰσίν, οἳ λέγοντες, τιτρώσκουσιν  μαχαίρᾳ· γλῶσσαι δὲ σοφῶν ἰῶνται. Χείλη ἀληθινὰ κατορθοῖ μαρτυριαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον. Δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην, εὐφρανθήσονται, οὐκ ἀρέσει τῷ  δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν. Βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστει, δεκτὸς παρ’ αὐτῷ.