Σάββατο 15 Ἰουνίου 2013

06 savvato

Ἀπόστολος: ἡμέρας, Σαβ. ϛ΄ ἑβδ. Πράξ. (Πρξ. κ΄ 7-12)·

Ἐν  ταῖς ἡμέραις ἐκείναις, συνηγμένων τῶν μαθητῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο  αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέ τε τὸν λόγον μέχρι μεσονυκτίου.  Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι. Καθήμενος δέ τις  νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου  τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω  καί ἦρθη νεκρός. Καταβὰς ὁ Παύλος ἐπέπεσεν ἐπ᾿ αὐτῷ καὶ συμπεριλαβὼν εἶπε· Μὴ  θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Ἀναβὰς δὲ καὶ κλάσας ἄρτον καὶ  γευσάμενος, ἐφ᾿ ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ἤγαγον δὲ τὸν  παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.