Τρίτη 16 Ἰουλίου 2013

02 triti

Ἀπόστολος: ἡμέρας, Τρ. δ΄ ἑβδ. ἐπιστ. (῾Ρωμ. ι΄ 11-ια΄ 2)·

Ἀδελφοί, λέγει ἡ γραφή· «Πᾶς ὁ πιστεύων ἐπί τῷ Θεῷ οὐ καταισχυνθήσεται». Οὐ γὰρ  ἔστι διαστολὴ ᾿Ιουδαίου τε καὶ ῞Ελληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς  πάντας τοὺς ἐπικαλουμένους αὐτόν· «Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου  σωθήσεται». Πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ  οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; Πῶς δὲ κηρύξουσιν ἐὰν μὴ  ἀποσταλῶσι; Καθὼς γέγραπται· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην,  τῶν εὐαγγελιζομένων τὰ ἀγαθά!». ᾿Αλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· ῾Ησαΐας  γὰρ λέγει· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;». Ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ  ἀκοὴ διὰ ρήματος Θεοῦ. Ἀλλὰ λέγω μὴ οὐκ ἤκουσαν; Μενοῦνγε «εἰς πᾶσαν τὴν γῆν  ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν». Ἀλλὰ  λέγω, μὴ οὐκ ἔγνω, ᾿Ισραήλ; Πρῶτος Μωϋσῆς λέγει· «Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾿ οὐκ  ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς». ῾Ησαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· «Εὑρέθην  τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι». Πρὸς δὲ τὸν  ᾿Ισραὴλ λέγει· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα  καὶ ἀντιλέγοντα». Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο· καὶ  γὰρ ἐγὼ ᾿Ισραηλίτης εἰμί, ἐκ σπέρματος ᾿Αβραάμ, φυλῆς Βενιαμίν. Οὐκ ἀπώσατο ὁ  Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω.