Παρασκευή 19 Ἰουλίου 2013

05 paraskevi

Εὐαγγέλιον: ἡμέρας, Παρ. δ΄ ἑβδ. Ματθ. (Μτθ. ιβ΄ 1-8).

Τῷ  καιρῷ ἐκείνῳ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ  αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. 2 οἱ δὲ  Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν  ἐν σαββάτῳ. 3 ὁ δὲ εἶπεν αὐτοῖς· Οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε  ἐπείνασεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ; 4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ  Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὕς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς  μετ’ αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν; 5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ  ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι καὶ ἀναίτιοί εἰσι; 6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. 7 εἰ δὲ  ἐγνώκειτε τί ἐστιν, ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς  ἀναιτίους. 8 Κύριος γάρ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.