Δευτέρα 22 Ἰουλίου 2013

 01 deftera

Εὐαγγέλιον: μυροφόρου, Τρ. δ΄ ἑβδ. Λουκᾶ (Λκ. η΄ 1-3).

Τῷ  καιρῷ ἐκείνῳ, ἐπορεὐετο ὁ Ἰησοῦς κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ  εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ, 2 καὶ  γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων  πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ  ἐξεληλύθει, 3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ  ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.