Τρίτη 23 Ἰουλίου 2013

02 triti

Ἀπόστολος: ἡμέρας, Τρ. ε΄ ἑβδ. ἐπιστ. (῾Ρωμ. ιδ΄ 9-19)·

Ἀδελφοί, εἰς τοῦτο Χριστὸς ἀπέθανεν καὶ ἔζησεν ἵνα καὶ νεκρῶν καὶ ζώντων  κυριεύσῃ. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν  σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Θεοῦ· γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει  Κύριος͵ ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ͵ καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν  ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Μηκέτι οὖν ἀλλήλους κρίνωμεν· ἀλλὰ  τοῦτο κρίνατε μᾶλλον͵ τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. Οἶδα καὶ  πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι΄ ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι  κοινὸν εἶναι͵ ἐκείνῳ κοινόν. Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται͵ οὐκέτι κατὰ  ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.  Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ  πόσις͵ ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ· ὁ γὰρ ἐν τούτῳ  δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.