Τετάρτη 24 Ἰουλίου 2013

03 tetarth

Ἀπόστολος: ἡμέρας, Τετ. ε΄ ἑβδ. ἐπιστ. (῾Ρωμ. ιε΄ 7-16)·

Ἀδελφοί, προσλαμβάνεσθε ἀλλήλους͵ καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ὑμᾶς, εἰς  δόξαν τοῦ Θεοῦ. Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας  Θεοῦ͵ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων͵ τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους  δοξάσαι τὸν Θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν͵ καὶ  τῷ ὀνοματί σου ψαλῶ. Καὶ πάλιν λέγει· Εὐφράνθητε͵ ἔθνη͵ μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ  πάλιν͵ Αἰνεῖτε͵ πάντα τὰ ἔθνη͵ τὸν Κύριον͵ καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ  λαοί. Καὶ πάλιν Ἡσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί͵ καὶ ὁ ἀνιστάμενος ἄρχειν  ἐθνῶν· ἐπ΄ αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς  καὶ εἰρήνης ἐν τῷ πιστεύειν͵ εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει  Πνεύματος ἁγίου. Πέπεισμαι δέ, ἀδελφοί μου͵ καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν͵ ὅτι καὶ  αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης͵ πεπληρωμένοι πάσης τῆς γνώσεως͵ δυνάμενοι καὶ  ἀλλήλους νουθετεῖν. Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους͵ ὡς ἐπαναμιμνῄσκων  ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν  Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη͵ ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ͵ ἵνα γένηται ἡ  προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος͵ ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.