Κυριακή 28 Ἰουλίου 2013

07 kiriaki

† ΚΥΡΙΑΚΗ Ε΄ ΜΑΤΘΑΙΟΥ.

Ἀπόστολος: Κυρ. ε΄ ἐπιστ., «῾Η μὲν εὐδοκία τῆς ἐμῆς καρδίας» (῾Ρωμ. ι΄ 1-10)·

Ἀδελφοί͵ ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις πρὸς τὸν Θὸν ὑπὲρ αὐτῶν εἰς  σωτηρίαν. Μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν͵ ἀλλ΄ οὐ κατ΄ ἐπίγνωσιν·  ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην͵ καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι͵ τῇ  δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν· τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην  παντὶ τῷ πιστεύοντι. Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου ὅτι ὁ  ποιήσας ἄνθρωπος ζήσεται ἐν αὐτῇ. Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ  εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ΄ ἔστι Χριστὸν  καταγαγεῖν· ἤ͵ Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ΄ ἔστι Χριστὸν ἐκ νεκρῶν  ἀναγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν͵ ἐν τῷ στόματί σου καὶ ἐν τῇ  καρδίᾳ σου· τοῦτ΄ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. Ὅτι ἐὰν ὁμολογήσῃς ἐν  τῷ στόματί σου Κύριον Ἰησοῦν͵ καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν  ἤγειρεν ἐκ νεκρῶν͵ σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην͵ στόματι δὲ  ὁμολογεῖται εἰς σωτηρίαν.