Δευτέρα 29 Ἰουλίου 2013

01 deftera

Ἀπόστολος: ἡμέρας, Δευτ. ϛ΄ ἑβδ. ἐπιστ. (῾Ρωμ. ιϛ΄ 17-24)·

Ἀδελφοί, παρακαλῶ  ὑμᾶς, σκοπεῖν τοὺς  τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ  ἐκκλίνατε ἀπ᾿ αὐτῶν· οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν ᾿Ιησοῦ Χριστῷ οὐ δουλεύουσιν,  ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς  καρδίας τῶν ἀκάκων· ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. χαίρω οὖν τὸ ἐφ᾿ ὑμῖν·  θέλω δὲ ὑμᾶς σοφοὺς μέν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. Ὁ δὲ  Θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ῾Η χάρις  τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. ᾿Ασπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός  μου, καὶ Λούκιος καὶ ᾿Ιάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. Ἀσπάζομαι ὑμᾶς ἐγὼ  Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν Κυρίῳ. Ἀσπάζεται ὑμᾶς Γάῑος ὁ ξένος μου καὶ  τῆς ἐκκλησίας ὅλης. ἀσπάζεται ὑμᾶς ῎Εραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος  ὁ ἀδελφός. ῾Η χάρις τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν· ἀμήν.