Τετάρτη 3 Ἰουλίου 2013

03 tetarti

Πρὸς Ρωμαίους  Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα  4:13-25

Ἀδελφοί, οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ ᾿Αβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ  κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως. Εἰ γὰρ οἱ ἐκ  νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία· ὁ γὰρ νόμος  ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις. Διὰ τοῦτο ἐκ πίστεως,  ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἀπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ  τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως ᾿Αβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν,  καθὼς γέγραπται ὅτι «πατέρα πολλῶν ἐθνῶν τέθεικά σε», κατέναντι οὗ ἐπίστευσε  Θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα· ὃς παρ᾿  ἐλπίδα ἐπ᾿ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ  εἰρημένον· «Οὕτως ἔσται τὸ σπέρμα σου»· καὶ μὴ ἀσθενήσας τῇ πίστει οὐ κατενόησε  τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταέτης που ὑπάρχων, καὶ τὴν νέκρωσιν  μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ᾿  ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται  δυνατός ἐστι καὶ ποιῆσαι. Διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Οὐκ ἐγράφη δὲ  δι᾿ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ. ἀλλὰ καὶ δι᾿ ἡμᾶς οἷς μέλλει λογίζεσθαι, τοῖς  πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα ᾿Ιησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν, ὃς παρεδόθη διὰ  τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.