Κυριακή 4 Αὐγούστου 2013

07 kiriaki

ΚΥΡΙΑΚΗ Ϛ΄ ΜΑΤΘΑΙΟΥ.

᾿Απστολος: Κυρ. ϛ΄ πιστ., «῎Εχοντες χαρίσματα» (Ρωμ. ιβ΄ 6-14)·

Ἀδελφοί, ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα͵ εἴτε προφητείαν κατὰ τὴν ἀναλογίαν τῆς πίστεως͵ εἴτε διακονίαν ἐν τῇ διακονίᾳ͵ εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ͵ εἴτε ὁ παρακαλῶν ἐν τῇ παρακλήσει͵ ὁ μεταδιδοὺς ἐν ἁπλότητι͵ ὁ προϊστάμενος ἐν σπουδῇ͵ ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν͵ κολλώμενοι τῷ ἀγαθῷ· τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι͵ τῇ τιμῇ ἀλλήλους προηγούμενοι͵ τῇ σπουδῇ μὴ ὀκνηροί͵ τῷ πνεύματι ζέοντες͵ τῷ κυρίῳ δουλεύοντες͵ τῇ ἐλπίδι χαίροντες͵ τῇ θλίψει ὑπομένοντες͵ τῇ προσευχῇ προσκαρτεροῦντες͵ ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες͵ τὴν φιλοξενίαν διώκοντες. Εὐλογεῖτε τοὺς διώκοντας͵ εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.