Τετάρτη 23 Ὀκτωβρίου

03 tetarti

Εὐαγγέλιον: ὁμοίως, Δευτ. ζ΄ ἑβδ. Ματθ., «῏Ηλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν πατρίδα αὐτοῦ» (Μτθ. ιγ΄ 54-58)

54 Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σο­­φία αὕτη καὶ αἱ δυνάμεις; 55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας; 56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐ­­χὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; πό­θεν οὖν τούτῳ ταῦτα πάν­τα; 57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐ­­τοῖς· οὐκ ἔστι προφήτης ἄ­­­τιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀ­­­πιστίαν αὐτῶν.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

54 Κι ἀφοῦ ἦλθε στήν πατρίδα του τή Ναζαρέτ, δίδασκε τούς κατοίκους της στή συναγωγή τους μέ τόση σοφία καί δύναμη, ὥστε αὐτοί νά ἐκπλήσσονται καί νά λένε: Ἀπό ποῦ αὐτός ἀπέκτησε αὐτή τή σοφία καί τά θαύματα; 55 Δέν εἶναι αὐτός ὁ γιός τοῦ μαραγκοῦ; Δέν ὀνομάζεται ἡ μητέρα του Μαριάμ, καί οἱ ἀδελφοί του Ἰάκωβος καί Ἰωσῆς καί Σίμων καί Ἰούδας; 56 Καί οἱ ἀδελφές του δέν εἶναι ὅλες μαζί μας; Ἀπό ποῦ λοιπόν τά ἀπέκτησε ὅλα αὐτά; 57 Καί δυσπιστοῦσαν σ’ αὐτόν καί τόν παρακολουθοῦ­σαν μέ φθόνο καί ὑποψία. Κι ὁ Ἰησοῦς τούς εἶπε: Πουθενά ἀλλοῦ δέν περιφρονεῖται ἕνας προφήτης πε­­ρισ­σότερο παρά στήν πατρίδα του κι ἀπ’ τούς ἀν­θρώ­πους τοῦ σπιτιοῦ του. 58 Κι ἐκεῖ δέν ἔκανε πολλά θαύματα ἐξαιτίας τῆς ἀπι­στίας τους.