Δευτέρα 11 Νοεμβρίου

01 deftera

Εὐαγγέλιον: ἡμέρας, Δευτ. θ΄ ἑβδ. Λουκᾶ (Λκ. ιδ΄ 1, 12-15)

1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαί­ων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 12 Ἔλεγε δὲ καὶ τῷ κεκλη­κότι αὐτόν· ὅταν ποιῇς ἄρι­στον ἢ δεῖπνον, μὴ φώ­­­­­νει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γενήσεταί σοι ἀνταπόδομα. 13 ἀλλ᾿ ὅταν ποιῇς δοχήν, κάλει πτωχούς, ἀναπή­ρους, χωλούς, τυφλούς, 14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶ­πεν αὐτῷ· μακάριος ὃς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. 16 ὁ δὲ εἶπεν αὐτῷ· ἄν­θρω­πός τις ἐποίησε δεῖ­πνον μέ­γα καὶ ἐκάλεσε πολλούς.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

1 Ἕνα Σάββατο ὁ Ἰησοῦς ἦλθε στό σπίτι κάποιου ἀπό τούς ἄρχοντες τῶν Φαρισαίων γιά νά φάει. Οἱ Φαρισαῖοι ὅμως τόν παρατηροῦσαν καί τόν παρα­κο­λου­θοῦσαν μέ προσοχή μήπως πεῖ ἤ κάνει κάτι παράνομο καί ἀξι­ο­κατάκριτο. 12 Ἔλεγε μάλιστα καί σ’ ἐκεῖνον πού τόν εἶχε καλέ­σει: Ὅταν κάνεις πρωινό ἤ βραδινό τραπέζι, μήν περιορί­ζε­σαι νά καλεῖς μό­νο τούς φίλους σου ἤ τούς ἀδελ­­­φούς σου, τούς συγγενεῖς σου ἤ γείτονες πλούσιους· μήπως σέ καλέσουν κι ἐκεῖνοι καί σοῦ τό ἀν­­­τα­­ποδώσουν, καί σέ ἀνταμείψουν αὐτοί γι’ αὐτό πού τούς ἔκανες, κι ὄχι ὁ Θεός. 13 Ἀλλά ὅταν κάνεις τραπέζι καί δεξίωση, νά προ­σκα­λεῖς σ’ αὐτό φτωχούς, σακάτηδες, κουτσούς, τυφλούς. 14 Καί θά εἶσαι μακάριος, διότι αὐτοί δέν ἔχουν νά σοῦ ἀνταποδώσουν τίποτε ἄλλο ἀπό εὐχές. Εἶσαι μα­­κάριος, διότι αὐτό πού ἔκα­νες ὁ Θεός θά σοῦ τό ἀνταποδώσει στήν ἀνάσταση τῶν δικαίων, ὅταν θά ἀντα­μεί­ψει κάθε ἀγαθοεργία καί ἀρετή. 15 Ὅταν τ’ ἄκουσε αὐτά κάποιος ἀπό ἐκείνους πού κάθονταν στό τραπέζι μαζί μέ τόν Κύριο, τοῦ εἶπε: Μακάριος εἶναι ἐκεῖνος πού θά πάρει μέρος στό τραπέζι τῆς βασιλείας τοῦ Θεοῦ μαζί μέ τόν Μεσσία καί τούς Πα­τριάρχες καί τούς ἄλλους δικαίους.