Ἀπόστολος: ἡμέρας, Πέμ. κγ΄ ἑβδ. ἐπ. (Α΄ Θεσ. β΄ 9-14)
9 Μνημονεύετε γάρ, ἀδελφοί, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ. 10 ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, 11 καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι 12 καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. 13 Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ’ ἡμῶν τοῦ Θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. 14 ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
9 Δέν πιστεύω λοιπόν νά ἀμφιβάλλετε γιά τήν ἀγάπη μας αὐτή. Διότι θυμάστε, ἀδελφοί, τόν κόπο καί τό μόχθο πού καταβάλαμε γιά σᾶς. Νύχτα καί ἡμέρα ἐργαζόμασταν γιά νά μή γίνουμε βάρος σέ κανέναν ἀπό σᾶς. Καί μέ τόσους κόπους σᾶς κηρύξαμε τό Εὐαγγέλιο τοῦ Θεοῦ. 10 Εἶστε μάρτυρες ἐσεῖς καί ὁ Θεός πῶς συμπεριφερθήκαμε σέ σᾶς τούς πιστούς· μέ ἀφοσίωση δηλαδή καί εὐλάβεια ἔναντι τοῦ Θεοῦ, μέ δικαιοσύνη ἔναντι τῶν ἀνθρώπων, ἀλλά καί ἄψογα σέ σχέση μέ ὅλα. 11 Καί βεβαίως ξέρετε ὅτι φερθήκαμε στόν καθένα σας ὅπως ὁ πατέρας πρός τά παιδιά του. Ἔτσι σᾶς προτρέπαμε καί παρηγορούσαμε τόν καθένα ἀπό σᾶς 12 καί σᾶς τονίζαμε μέ αὐστηρότητα νά πορεύεστε ὅπως ἀξίζει κι ἁρμόζει στό Θεό, ὁ ὁποῖος σᾶς κάλεσε στή δική του βασιλεία καί δόξα. 13 Ἐπειδή λοιπόν ἀνταποκριθήκατε στήν κλήση τοῦ Θεοῦ, γι’ αὐτό κι ἐμεῖς εὐχαριστοῦμε τόν Θεό ἀκατάπαυστα, διότι μέ προθυμία ἀκούσατε ἀπό μᾶς λόγο Θεοῦ· καί τόν δεχθήκατε ὄχι σάν ἀνθρώπινο λόγο, ἀλλά, ὅπως πράγματι καί εἶναι, ὡς λόγο Θεοῦ. Αὐτός ὁ λόγος παράγει καί τά θαυμαστά ἀποτελέσματά του ἀνάμεσα σέ σᾶς πού τόν πιστεύετε. 14 Τόν δεχθήκατε ὡς λόγο Θεοῦ, διότι ἐσεῖς, ἀδελφοί, γίνατε μιμητές τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ πού εἶναι στήν Ἰουδαία ἑνωμένες μέ τόν Ἰησοῦ Χριστό. Καί γίνατε μιμητές ἐκείνων, διότι κι ἐσεῖς πάθατε τά ἴδια ἀπό τούς ὁμοεθνεῖς σας, ὅπως κι ἐκεῖνοι ἀπό τούς Ἰουδαίους πού δέν πίστεψαν στόν Ἰησοῦ Χριστό.