Δευτέρα 13 Ἰανουαρίου

01 deftera

Εὐαγγέλιον: μεθέορτον, (Λκ. κ΄ 1-8)

1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζο­μένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις 2 καὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξου­σίαν ταύτην; 3 ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀ­γὼ ἕνα λόγον, καὶ εἴπατέ μοι· 4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀν­θρώ­πων; 5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 6 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀν­θρώπων, πᾶς ὁ λαὸς κατα­λιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. 7 καὶ ἀπεκρίθησαν μὴ εἰδέ­ναι πόθεν. 8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

1 Μία ἀπό τίς τελευταῖες καί μοναδικές ἐκεῖνες ἡμέρες, ἐνῶ ὁ Ἰησοῦς δίδασκε τό λαό στό ἱερό καί κήρυττε τό εὐαγγέλιο τῆς σωτηρίας, ἦλθαν ξαφνικά οἱ ἀρχιερεῖς καί οἱ γραμματεῖς μαζί μέ τούς πρεσβυτέρους 2 καί τοῦ εἶπαν: Πές μας, μέ ποιά ἐξουσία τά κάνεις αὐ­τά; Ἤ ποιός σοῦ ἔδωσε τήν ἐξουσία αὐτή νά διώχνεις ἀπό τό ἱερό τούς ἀνθρώπους καί νά διδάσκεις μέσα στόν ἱερό αὐτό τόπο; 3 Τότε ὁ Ἰησοῦς τούς ἀποκρίθηκε: Θά σᾶς θέσω κι ἐγώ ἕνα ἐρώτημα γιά κάποιο θέμα, κι ἐφόσον ἐσεῖς παρουσιάζεστε ὡς ἐξουσιοδοτημένοι διδάσκαλοι, μιλῆστε πρῶτοι καί πέστε μου τήν ἀπάντησή σας πάνω στό ἐρώτημα αὐτό: 4 Τό βάπτισμα τοῦ Ἰωάννου, ὁ ὁποῖος ἔδωσε μαρτυρία γιά μένα καί ὑπῆρξε ὁ πρόδρομός μου, προερχόταν ἀπό τόν οὐρανό καί ἀπό ἐντολή τοῦ Θεοῦ ἤ ἦταν ἐπινόηση καί ἐντολή ἀνθρώπων; 5 Αὐτοί τότε ἔκαναν μεταξύ τους αὐτό τό συλλογισμό καί εἶπαν ὅτι, ἐάν ποῦμε ὅτι τό βάπτισμα τοῦ Ἰωάννου ἦταν ἀπό τόν οὐρανό, καί συνεπῶς εἶχε ὁρισθεῖ ἀπό τόν Θεό, θά μᾶς πεῖ: γιατί λοιπόν δέν πιστέψατε σ’ αὐ­τόν; 6 Ἐάν ὅμως ποῦμε ὅτι τό βάπτισμα τοῦ Ἰωάννου ἦταν ἐπινόηση ἀνθρώπων, ὅλος ὁ λαός θά μᾶς καταλιθοβολήσει, διότι ὅλοι εἶναι ἀπολύτως βέβαιοι ὅτι ὁ Ἰωάννης ἦταν προφήτης. 7 Καί αὐτοί πού καυχιόνταν ὅτι ἦταν οἱ ἀναγνωρισμένοι διδάσκαλοι τοῦ Ἰσραήλ, ἀπάντησαν ὅτι δέν ἤξεραν ἀπό ποῦ προερχόταν τό βάπτισμα τοῦ Ἰωάννου. 8 Καί τότε ὁ Ἰησοῦς τούς εἶπε: Οὔτε κι ἐγώ σᾶς λέω μέ ποιά ἐξουσία καί μέ ποιό δικαίωμα κάνω αὐτά πού βλέ­πετε.