Ἰωάν. δ΄ 5-42
Τῷ καιρῷ ἐκείνῳ, ἔρχεται ὁ ᾿Ιησοῦς εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν ᾿Ιακὼβ ᾿Ιωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ ᾿Ιακώβ. ὁ οὖν ᾿Ιησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· δός μοι πιεῖν. οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ ᾿Ιουδαῖος ὢν παρ᾿ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται ᾿Ιουδαῖοι Σαμαρείταις. ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ᾿Ιακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ᾿ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν ῾Ιεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν ῾Ιεροσολύμοις προσκυνήσετε τῷ πατρί. ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν ᾿Ιουδαίων ἐστίν. ἀλλ᾿ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. λέγει αὐτῷ ἡ γυνή· οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. λέγει αὐτῇ ὁ ᾿Ιησοῦς· ἐγώ εἰμι ὁ λαλῶν σοι. καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἢ τί λαλεῖς μετ᾿ αὐτῆς; Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. ᾿Εν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· ραββί, φάγε. ὁ δὲ εἶπεν αὐτοῖς· ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη. καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾿ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου ὁ Χριστός.
1. Διψᾶ γιὰ τὴ σωτηρία ὅλων
Κεντρικὴ θέση στὸ σημερινὸ ἱερὸ Εὐαγγέλιο κατέχει ἡ συνάντηση καὶ ὁ διάλογος μεταξὺ τοῦ Κυρίου Ἰησοῦ καὶ μιᾶς γυναίκας ποὺ καταγόταν ἀπὸ τὴ Σαμάρεια. Συνάντηση ποὺ ἄλλαξε ριζικὰ ὄχι μόνο τὴ ζωὴ τῆς Σαμαρείτιδας ἀλλὰ καὶ τῶν συγγενῶν καὶ συμπατριωτῶν της καὶ πολλῶν ἄλλων ἀκόμη.
Γιὰ τὰ δεδομένα τῆς ἐποχῆς ἡ πρωτοβουλία τοῦ Κυρίου ν’ ἀνοίξει θεολογικὸ διάλογο μὲ τὴ γυναίκα ἐκείνη ἦταν κάτι τὸ πρωτοφανές. Οἱ ἴδιοι οἱ μαθητές Του «ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει»· ἀπόρησαν ἐπειδὴ ὁ Διδάσκαλος μιλοῦσε δημοσίως γιὰ θεολογικὰ ζητήματα μὲ γυναίκα, κάτι ποὺ ἀπαγορευόταν ἀπὸ τὶς παραδόσεις τῶν ραββίνων. Κι ἡ ἴδια ἡ Σαμαρείτιδα ἀπὸ τὴν πρώτη στιγμὴ ξαφνιάστηκε ποὺ τῆς μίλησε ὁ Κύριος καὶ τῆς ζήτησε νερό, διότι τότε οἱ Ἰουδαῖοι μισοῦσαν τοὺς Σαμαρεῖτες καὶ δὲν ἤθελαν νὰ ἔχουν καμία σχέση μαζί τους. Ἀξιοσημείωτο ἐπίσης εἶναι τὸ γεγονὸς ὅτι, ἂν καὶ ἡ γυναίκα αὐτὴ ζοῦσε ἔκλυτη ζωή, ὁ Θεάνθρωπος δὲν θεώρησε προσβλητικὸ νὰ συζητήσει μαζί της.
Μὲ τὴ στάση Του αὐτὴ ὁ Κύριος μᾶς διδάσκει ὅτι τὸ μήνυμα τοῦ Εὐαγγελίου εἶναι πανανθρώπινο. Ἀπευθύνεται σὲ ἄνδρες καὶ γυναῖκες, πλούσιους καὶ φτωχούς, δίκαιους καὶ ἁμαρτωλούς, ἀνθρώπους κάθε ἐθνικότητας, φυλετικῆς καταγωγῆς ἢ κοινωνικῆς τάξεως. Διότι ὁ φιλάνθρωπος Θεὸς «πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν» (Α΄ Τιμ. β΄ 4). Διψᾶ γιὰ τὴ σωτηρία ὅλων τῶν ἀνθρώπων!
2. Ἀπαραίτητη προϋπόθεση ἡ μετάνοια
Καθὼς ἡ Σαμαρείτιδα πήγαινε ν’ ἀντλήσει νερὸ ἀπὸ τὸ πηγάδι τοῦ Ἰακώβ, ὁ πάνσοφος Διδάσκαλος βρῆκε ἀφορμὴ νὰ τῆς μιλήσει γιὰ κάποιο ἄλλο νερό, «τὸ ὕδωρ τὸ ζῶν». Ὅποιος πιεῖ ἀπὸ τὸ νερὸ ποὺ δίνω ἐγώ, τῆς εἶπε, δὲν θὰ διψάσει ποτέ! Ἀμέσως τότε ἡ γυναίκα ζήτησε νὰ πιεῖ ἀπὸ τὸ νερὸ μὲ τὶς ἐκπληκτικὲς αὐτὲς ἰδιότητες. Ὁ Κύριος τότε βρῆκε τὴν εὐκαιρία νὰ τὴν ὁδηγήσει σὲ μετάνοια γιὰ τὴν ἁμαρτωλὴ ζωή της.
Βασικὴ προϋπόθεση λοιπὸν γιὰ νὰ λάβουμε χάρη καὶ εὐλογία ἀπὸ τὸν Θεὸ εἶναι ἡ βαθιὰ καὶ εἰλικρινὴς μετάνοια. Γι’ αὐτὸ πρῶτα ἀπ’ ὅλα εἶναι ἀνάγκη νὰ μετανοοῦμε καὶ νὰ ἐξομολογούμαστε μὲ εἰλικρίνεια. Ἔτσι προετοιμάζουμε τὴν ψυχή μας νὰ δέχεται τὶς δωρεὲς τῆς θείας χάριτος. Ὅπως σημειώνει κι ὁ καθηγητὴς Παν. Τρεμπέλας, «ὅσοι ζητοῦν τὰ ὕδατα τῆς χάριτος καὶ τῆς χαρᾶς, πρέπει νὰ ἔχουν ὑπ’ ὄψει ὅτι αἱ πρῶται σταγόνες τῶν ὑδάτων τούτων εἶναι τὰ δάκρυα τῆς μετανοίας» (Ὑπόμνημα εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον, σελ. 145).
3. Πρώτη προτεραιότητα
Εἶναι ἐντυπωσιακὸς ὁ τρόπος μὲ τὸν ὁποῖο ἀντέδρασε ἡ Σαμαρείτιδα ὅταν ὁ Κύριος τῆς ἀποκάλυψε ὅτι αὐτὸς εἶναι ὁ Μεσσίας. Ἄφησε τὴ στάμνα της στὸ πηγάδι καὶ πῆγε τρέχοντας στὴν πόλη γιὰ νὰ καλέσει τοὺς συγγενεῖς καὶ συμπατριῶτες της νὰ ἔρθουν νὰ γνωρίσουν τὸν Χριστό. «Ἀφῆκε τὴν ὑδρίαν αὐτῆς», σημειώνει χαρακτηριστικὰ ὁ ἱερὸς Εὐαγγελιστής. Ξέχασε τὸ νερό, ξέχασε τὶς δουλειές, ξέχασε τὸ σπίτι της κι ἔτρεξε στὴν πόλη γιὰ νὰ μεταδώσει στοὺς συνανθρώπους της ὅσα συγκλονιστικὰ εἶδε κι ἄκουσε.
Καὶ μᾶς διδάσκει ἔτσι, ὅπως λέει ὁ ἅγιος Γρηγόριος ὁ Παλαμᾶς, «προτιμοτέραν ἡγεῖσθαι καὶ τῶν ἀναγκαίων χρειῶν τὴν ἐκ τῆς διδασκαλίας ὠφέλειαν», δηλαδὴ νὰ θεωροῦμε ὡς πρώτη προτεραιότητα στὴ ζωή μας τὴν ὠφέλεια ἀπὸ τὴν πνευματικὴ διδασκαλία, κι ἔπειτα νὰ ἀκολουθοῦν οἱ ἄλλες βιοτικές μας ἀνάγκες (ΕΠΕ 9, 568). Ἂς μὴ δικαιολογοῦμε λοιπὸν τὸν ἑαυτό μας ὅτι δῆθεν δὲν προλαβαίνουμε νὰ μελετοῦμε τὸν λόγο τοῦ Θεοῦ ἢ νὰ ἀκοῦμε πνευματικὲς ὁμιλίες. Ἂν γνωρίσουμε προσωπικὰ τὸν Σωτήρα Χριστό, ὅπως Τὸν γνώρισε ἐκείνη ἡ γυναίκα ποὺ ἔγινε ἁγία, ἡ γνωστὴ σὲ ὅλους μας ἁγία Φωτεινή, ἂν γευθοῦμε τὴ γλυκύτητα τῆς παρουσίας Του, εἶναι ἀπολύτως βέβαιο ὅτι τίποτε δὲν θὰ συγκινεῖ περισσότερο τὴν καρδιά μας ἀπὸ τὴν ἐπικοινωνία μαζί Του.