ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
«Καθάπερ τὸ χρυσίον, κἂν ὕδασιν ὁμιλήσῃ, τὴν οἰκείαν εὐπρέπειαν ἐπιδείκνυται, κἂν εἰς χωνευτήριον ἐμπέσῃ, φαιδρότερον γίνεται πάλιν· ὁ δὲ πηλὸς καὶ ὁ χόρτος, κἂν ὕδασιν ἀναμιχθεὶς τύχῃ, ὁ μὲν διαλύεται, ὁ δὲ σήπεται· κἂν εἰς πῦρ ἐμπέσῃ, ὁ μὲν φρύγεται, ὁ δὲ κατακαίεται· οὕτω δὴ καὶ ὁ δίκαιος, καὶ ὁ ἁμαρτωλός· ὁ μὲν γάρ, κἂν ἀνέσεως ἀπολαύῃ, μένει λαμπρός, καθάπερ τὸ χρυσίον περικλυζόμενον ὕδατι· κἂν εἰς πειρασμὸν ἐμπέσῃ, φαιδρότερος γίνεται, καθάπερ τὸ χρυσίον βασανιζόμενον ὑπὸ τοῦ πυρός· ὁ δὲ ἁμαρτωλός, κἂν ἀνέσεως τύχῃ, διαλύεται καὶ κατασήπεται, καθάπερ ὁ χόρτος καὶ ὁ πηλὸς ὁμιλῶν ὕδατι· κἂν πειρασμὸν ὑπομείνῃ, κατακαίεται καὶ ἀπόλλυται, καθάπερ ὁ χόρτος καὶ πηλὸς ὑπὸ τοῦ πυρός».
Ἑρμηνευτικὴ ἀπόδοση
Ὅπως ἀκριβῶς τὸ μὲν χρυσάφι, ἀκόμη κι ἂν πέσει στὸ νερό, φανερώνει τὴ λαμπρότητά του, κι ἂν ἀκόμη πέσει στὸ καμίνι, γίνεται πιὸ ἀστραφτερό· ὁ δὲ πηλὸς καὶ τὸ χορτάρι, ἂν τυχὸν ἀναμιχθοῦν μὲ νερά, ὁ μὲν πηλὸς διαλύεται, τὸ δὲ χορτάρι σαπίζει· κι ἂν πέσουν στὴ φωτιά, ὁ μὲν πηλὸς ψήνεται, τὸ δὲ χορτάρι κατακαίεται, τὸ ἴδιο συμβαίνει καὶ μὲ τὸν δίκαιο καὶ τὸν ἁμαρτωλό. Ὁ μὲν δίκαιος, ὅταν ἔχει ἄνεση, μένει λαμπρὸς ὅπως τὸ χρυσάφι ποὺ βυθίζεται στὰ νερά· ἂν πάλι πέσει σὲ πειρασμοὺς καὶ δοκιμασίες, γίνεται λαμπρότερος, ὅπως τὸ χρυσάφι ποὺ δοκιμάζεται ἀπὸ τὴ φωτιά. Ὁ δὲ ἁμαρτωλός, ὅταν βρίσκεται σὲ ἄνεση, διαλύεται καὶ σαπίζει, ὅπως ἡ λάσπη καὶ τὸ χορτάρι ποὺ πέφτουν στὸ νερό· ἂν πάλι συμβεῖ νὰ πέσει σὲ πειρασμό, καταστρέφεται τελείως, ὅπως ἡ λάσπη καὶ τὸ χορτάρι καταστρέφονται ἀπὸ τὴ φωτιά.