Εὐαγγέλιον: Τρ. Τυροφάγου (Λκ. κβ΄ 39-42, 45-κγ΄ 1):
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. 41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾿ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο 42 λέγων· πάτερ, εἰ βούλει παρενεγκεῖν τοῦτο τὸ ποτήριον ἀπ᾿ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γινέσθω. 45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς, ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης, 46 καὶ εἶπεν αὐτοῖς· τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. 47 Ἔτι δὲ αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προῆγεν αὐτούς, καὶ ἤγγισε τῷ Ἰησοῦ φιλῆσαι αὐτόν· τοῦτο γὰρ σημεῖον δεδώκει αὐτοῖς· ὃν ἂν φιλήσω, αὐτός ἐστιν. 48 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; 49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπον αὐτῷ· Κύριε, εἰ πατάξομεν ἐν μαχαίρᾳ; 50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ οὖς τὸ δεξιόν. 51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν. 52 εἶπε δὲ ὁ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾿ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων· 53 καθ᾿ ἡμέραν ὄντος μου μεθ᾿ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾿ ἐμέ. ἀλλ᾿ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους. 54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55 ἁψάντων δὲ πυρὰν ἐν μέσῳ τῆς αὐλῆς καὶ συγκαθισάντων αὐτῶν ἐκάθητο ὁ Πέτρος ἐν μέσῳ αὐτῶν. 56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπε· καὶ οὗτος σὺν αὐτῷ ἦν. 57 ὁ δὲ ἠρνήσατο λέγων· γύναι, οὐκ οἶδα αὐτόν. 58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος εἶπεν· ἄνθρωπε, οὐκ εἰμί. 59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διισχυρίζετο λέγων· ἐπ᾿ ἀληθείας καὶ οὗτος μετ᾿ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν. 60 εἶπε δὲ ὁ Πέτρος· ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα, ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ. 61 καὶ στραφεὶς ὁ Κύριος ἐνέβλεψε τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι ἀπαρνήσῃ με τρίς· 62 καὶ ἐξελθὼν ἔξω ὁ Πέτρος ἔκλαυσε πικρῶς. 63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες τὸν Ἰησοῦν ἐνέπαιζον αὐτῷ δέροντες, 64 καὶ περικαλύψαντες αὐτὸν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτὸν λέγοντες· προφήτευσον τίς ἐστιν ὁ παίσας σε; 65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν. 66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς καὶ γραμματεῖς, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ συνέδριον ἑαυτῶν λέγοντες· εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν. 67 εἶπε δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω, οὐ μὴ πιστεύσητε, 68 ἐὰν δὲ καὶ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτέ μοι ἢ ἀπολύσητε· 69 ἀπὸ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. 70 εἶπον δὲ πάντες· σὺ οὖν εἶ ὁ υἱὸς τοῦ Θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. 71 οἱ δὲ εἶπον· τί ἔτι χρείαν ἔχομεν μαρτυρίας; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ. Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
39 Ὕστερα ὁ Ἰησοῦς βγῆκε καί πῆγε, ὅπως συνήθιζε, στό ὄρος τῶν Ἐλαιῶν. Τόν ἀκολούθησαν ἐκεῖ καί οἱ μαθητές του. 40 Κι ὅταν ἔφθασε στόν τόπο πού συνήθιζε νά πηγαίνει, τούς εἶπε: Προσευχηθεῖτε καί παρακαλέστε τόν Θεό νά σᾶς προφυλάξει, γιά νά μήν πέσετε σέ πειρασμό. 41 Κι ἐκεῖνος ἀπομακρύνθηκε ἀπ’ αὐτούς σέ ἀπόσταση πετροβολιᾶς, κι ἐκεῖ γονάτισε καί προσευχόταν 42 μέ τά ἑξῆς λόγια: Πάτερ, ἐάν εἶναι θέλημά σου νά ἀπομακρύνεις τό ποτήριο αὐτό τοῦ θανάτου ἀπό μένα, ἀπομάκρυνέ το. Ἄς μή γίνει ὅμως αὐτό πού θέλει ἡ ἀνθρώπινη φύση μου λόγῳ τῆς φυσικῆς της ἀποστροφῆς πρός τό θάνατο, ἀλλά αὐτό πού θέλεις ἐσύ. 45 Ὅταν σηκώθηκε ἀπ’ τήν προσευχή, ἦλθε στούς μαθητές καί τούς βρῆκε νά κοιμοῦνται ἀπό τήν κόπωση καί τή χαλάρωση πού τούς προκάλεσε ἡ πολλή τους λύπη. 46 Καί τούς εἶπε: Γιατί κοιμάστε; Σηκωθεῖτε καί προσεύχεσθε, γιά νά μήν μπεῖτε σέ πειρασμό καί κυριευθεῖτε ἀπ’ αὐτόν. 47 Κι ἐνῶ μιλοῦσε ἀκόμη ὁ Ἰησοῦς, ξαφνικά κατέφθασε ὄχλος. Μπροστά τους πήγαινε καί τούς ὁδηγοῦσε ἕνας ἀπό τούς δώδεκα, αὐτός πού ὀνομαζόταν Ἰούδας. Αὐτός λοιπόν πλησίασε τόν Ἰησοῦ γιά νά τόν φιλήσει· διότι αὐτό τό σημάδι τούς εἶχε δώσει. Τούς εἶχε πεῖ δηλαδή: Ὅποιον φιλήσω, αὐτός εἶναι ὁ Ἰησοῦς. 48 Ὁ Ἰησοῦς τότε τοῦ εἶπε: Ἰούδα, μέ φίλημα, πού ὥς τώρα ἦταν δεῖγμα τῆς ἀγάπης μας, προδίδεις αὐτόν πού εἶναι ὁ μοναδικός ἐκπρόσωπος τοῦ ἀνθρώπινου γένους καί ὁ ἀναμενόμενος Μεσσίας σύμφωνα μέ τούς προφῆτες; 49 Ὅταν ὅμως ἐκεῖνοι πού ἦταν γύρω ἀπό τόν Ἰησοῦ εἶδαν αὐτό πού θά γινόταν, ὅτι δηλαδή σκόπευαν νά τόν συλλάβουν καί νά τόν πάρουν, τοῦ εἶπαν: Κύριε, μᾶς ἐπιτρέπεις νά τούς χτυπήσουμε μέ μαχαίρι; 50 Ἕνας μάλιστα ἀπ’ αὐτούς χτύπησε μέ τό μαχαίρι τόν δοῦλο τοῦ ἀρχιερέως καί τοῦ ἔκοψε τό δεξί αὐτί. 51 Τότε ὁ Ἰησοῦς στράφηκε στούς μαθητές του καί τούς εἶπε: Ἀφῆστε. Φτάνει, ἕως ἐδῶ. Μήν ἀντιστέκεστε περισσότερο. Ὕστερα ἄγγιξε τό αὐτί τοῦ δούλου καί τόν θεράπευσε. 52 Εἶπε τότε ὁ Ἰησοῦς στούς ἀρχιερεῖς καί τούς στρατηγούς τοῦ ἱεροῦ καί τούς πρεσβυτέρους πού ἦλθαν μαζί μέ τόν ὄχλο ἐναντίον του: Βγήκατε μέ σπαθιά καί μέ ρόπαλα, σάν νά ἐρχόσασταν ἐναντίον κάποιου ληστῆ! 53 Κάθε μέρα ἤμουν μαζί σας στό ἱερό, καί δέν ἁπλώσατε τά χέρια σας πάνω μου γιά νά μέ συλλάβετε. Καί ἤλθατε τώρα μέσα στή νύχτα. Ἀλλ’ αὐτή ἡ ὥρα παραχωρήθηκε ἀπό τόν Θεό ὡς ὥρα δική σας, γιά νά πετύχετε τό κακοῦργο σχέδιό σας. Καί αὐτή συμπίπτει μέ τήν ὥρα πού ὁ σατανάς φανερώνει τήν ἐξουσία καί τή δύναμή του. Διότι στό σκοτάδι γίνονται τά ἐγκλήματα, καί κάτω ἀπό τό σκοτάδι ζητᾶ ὁ ἄνθρωπος νά κρύβεται, γιά νά ἁμαρτάνει ἐλεύθερα. 54 Ἀφοῦ συνέλαβαν τόν Ἰησοῦ, τόν ἔφεραν στήν πόλη καί τόν ἔβαλαν μέσα στό σπίτι τοῦ ἀρχιερέα. Ὁ Πέτρος στό μεταξύ ἀκολουθοῦσε ἀπό μακριά. 55 Ἀφοῦ λοιπόν ἄναψαν φωτιά στή μέση τῆς αὐλῆς, κάθισαν ὅλοι μαζί γιά νά ζεσταίνονται. Ἀνάμεσά τους καθόταν καί ὁ Πέτρος. 56 Ὅταν ὅμως μία νεαρή ὑπηρέτρια τόν εἶδε νά κάθεται κοντά στό φῶς πού ἔριχνε ἡ φωτιά, τόν παρατήρησε προσεκτικά καί εἶπε: Ἦταν κι αὐτός μαζί μ’ ἐκεῖνον πού εἶναι μέσα δεμένος. 57 Ἀλλά ὁ Πέτρος ἀρνήθηκε καί εἶπε: Γυναίκα, δέν τόν ξέρω. 58 Ὕστερα ἀπό λίγο τόν εἶδε κάποιος ἄλλος καί εἶπε: Κι ἐσύ ἀπ’ αὐτούς εἶσαι. Ἀλλά ὁ Πέτρος εἶπε: Ἄνθρωπέ μου, δέν εἶμαι. 59 Ἀφοῦ πέρασε περίπου μία ὥρα, κάποιος μέ ἐπιμονή βεβαίωνε κι ἔλεγε: Ἀλήθεια, κι αὐτός ἦταν μαζί μ’ ἐκεῖνον πού δικάζεται μέσα· ἄλλωστε εἶναι καί Γαλιλαῖος, ὅπως φαίνεται ἀπό τήν προφορά του. 60 Ἀλλά ὁ Πέτρος εἶπε: Ἄνθρωπέ μου, δέν ξέρω τί λές. Κι ἀμέσως, ἐνῶ ἀκόμη μιλοῦσε ὁ Πέτρος κι ἔλεγε τά λόγια αὐτά, λάλησε ὁ πετεινός. 61 Τή στιγμή ἐκείνη στράφηκε ὁ Κύριος καί κοίταξε ἐκφραστικά τόν Πέτρο. Κι ὁ Πέτρος θυμήθηκε τά λόγια τοῦ Κυρίου, ὅπως τοῦ τά εἶχε πεῖ: Προτοῦ λαλήσει ὁ πετεινός, θά μέ ἀρνηθεῖς τρεῖς φορές. 62 Τότε βγῆκε ὁ Πέτρος ἔξω ἀπό τήν περιοχή τοῦ ἀρχιερατικοῦ μεγάρου καί ἔκλαψε πικρά. 63 Στό μεταξύ οἱ ἄνδρες πού κρατοῦσαν καί φύλαγαν καλά τόν Ἰησοῦ, τόν κορόιδευαν καί τόν ἔδερναν. 64 Κι ἀφοῦ τοῦ κάλυψαν τριγύρω τό κεφάλι γιά νά μή βλέπει, τοῦ χτυποῦσαν τό πρόσωπο καί τόν ρωτοῦσαν: Προφήτευσε, ποιός εἶναι ἐκεῖνος πού σέ χτύπησε; 65 Τοῦ ἔλεγαν κι ἄλλες πολλές βρισιές, καί ξεστόμιζαν βλαστήμιες. 66 Ὅταν ξημέρωσε, μαζεύτηκαν οἱ πρεσβύτεροι τοῦ λαοῦ, δηλαδή οἱ ἀρχιερεῖς καί γραμματεῖς, καί τόν προσήγαγαν ἐνώπιον τοῦ συνεδρίου τους καί τοῦ εἶπαν: Πές μας ἐάν εἶσαι ἐσύ ὁ Χριστός. 67 Ὁ Ἰησοῦς τούς ἀπάντησε: Ἐάν σᾶς πῶ τί εἶμαι, δέν θά πιστέψετε. 68 Ἀλλά κι ἄν σᾶς θέσω ἐρωτήματα κι ἄν σᾶς προβάλω ἐπιχειρήματα πειστικά, δέν θά μοῦ δώσετε ἀπά-ντηση σ’ αὐτά, οὔτε θά μέ ἀφήσετε ἐλεύθερο. 69 Αὐτό μόνο σᾶς λέω, ὅτι ἀπό τώρα ὁ υἱός τοῦ ἀνθρώπου, ὁ Μεσσίας, θά κάθεται διαρκῶς στά δεξιά τοῦ παντοδύναμου Θεοῦ. 70 Εἶπαν τότε ὅλοι: Ἐσύ λοιπόν εἶσαι ὁ Υἱός τοῦ Θεοῦ; Κι ὁ Ἰησοῦς τούς ἀποκρίθηκε: Τό λέτε κι ἐσεῖς οἱ ἴδιοι ὅτι ἐγώ εἶμαι ὁ Υἱός τοῦ Θεοῦ. 71 Τότε αὐτοί εἶπαν: Τί μᾶς χρειάζεται πλέον ἄλλη μαρτυρία; Εἶναι περιττή. Ἀφοῦ ἐμεῖς οἱ ἴδιοι τ’ ἀκούσαμε ἀπό τό στόμα του νά λέει ὅτι αὐτός εἶναι ὁ Μεσσίας καί ὁ Υἱός τοῦ Θεοῦ. Τότε ὅλα τά μέλη τοῦ συνεδρίου, δηλαδή οἱ πρεσβύτεροι, οἱ ἀρχιερεῖς καί οἱ γραμματεῖς, σηκώθηκαν καί ἔφεραν τόν Ἰησοῦ στόν Πιλάτο.