ΤΕΤΑΡΤΗ 9 ΜΑΡΤΙΟΥ

Εὐαγγέλιον: Τετ. θ΄ ἑβδ. Ματθ. (Μτθ. κ΄ 1-16):

Ομοία γάρ ἐστιν ἡ βασι­λεία τῶν οὐρανῶν ἀν­­θρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώ­σασθαι ἐργάτας εἰς τὸν ἀμ­πελῶνα αὐτοῦ. 2 καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3 καὶ ἐξελθὼν περὶ τρίτην ὥ­­­­ραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, 4 καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. οἱ δὲ ἀπῆλθον. 5 πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. 6 περὶ δὲ τὴν ἑνδεκάτην ὥ­­­ραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει­ αὐτοῖς· τί ὧδε ἑστήκατε ὅ­­­λην τὴν ἡμέραν ἀργοί; 7 λέγουσιν αὐτῷ· ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε. 8 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλε­σον τοὺς ἐργάτας καὶ ἀπό­δος αὐτοῖς τὸν μισθόν,­ ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. 9 καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀ­­­νὰ δηνάριον. 10 ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται, καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. 11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12 λέγοντες ὅτι οὗτοι οἱ ἔ­­σ­χατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποί­ησας τοῖς βαστάσασι τὸ βά­­­ρος τῆς ἡμέρας καὶ τὸν καύ­­­σωνα. 13 ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15 ἢ οὐκ ἔξεστί μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀ­­­φθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 Οὕτως ἔσονται οἱ ἔσχα­τοι πρῶτοι καὶ οἱ πρῶτοι ἔ­­­σχατοι· πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

Πολλοί τελευταῖοι θά γίνουν πρῶτοι, διότι οἱ ἀ­μοι­­­­­βές πού θά δοθοῦν στή βασιλεία τῶν οὐ­­­­­­­­­ρα­­­νῶν κι ὁ τρόπος μέ τόν ὁποῖο θά δοθοῦν μοι­­­­­­­­ά­­­ζουν μέ τίς πληρωμές πού ἔκανε κάποιος ἰδιοκτήτης ἀμπελιοῦ, ὁ ὁποῖος βγῆκε νωρίς τό πρωί γιά νά προσλάβει ἐργάτες στό ἀμπέλι του. 2 Κι ἀφοῦ συμφώνησε μέ τούς ἐργάτες νά τούς δώσει ὡς ἡμερομίσθιο ἀπό ἕνα δηνάριο, τούς ἔστειλε στό ἀμπέλι του. 3 Κι ὅταν βγῆκε στήν ἀγορά κατά τίς ἐννέα τό πρωί, εἶδε ἄλλους ἐργάτες νά στέκονται ἐκεῖ χωρίς ἐργασία 4 καί εἶπε καί σ’ ἐκείνους: Πηγαίνετε καί σεῖς στό ἀμπέλι μου, καί ὅ,τι εἶναι δίκαιο θά σᾶς τό δώσω. Καί πῆγαν. 5 Πάλι βγῆκε κατά τίς δώδεκα καί κατά τίς τρεῖς τό ἀπόγευμα κι ἔκανε τό ἴδιο. 6 Ὅταν βγῆκε καί κατά τίς πέντε τό ἀπόγευμα, βρῆκε ἄλλους πού στέκονταν χωρίς ἐργασία καί τούς λέει: Γιατί στέκεστε ἐδῶ ὅλη τήν ἡμέρα χωρίς ἐργασία; 7 Κι αὐτοί τοῦ λένε: Μένουμε ἄνεργοι, διότι κανείς δέν μᾶς προσέλαβε γιά ἐργασία. Τότε τούς λέει: Πηγαίνετε καί σεῖς στό ἀμπέλι μου καί ὅ,τι εἶναι δίκαιο γιά τόν κόπο σας θά τό πάρετε. 8 Κι ὅταν βράδιασε, λέει ὁ ἰδιοκτήτης τοῦ ἀμπελιοῦ στόν ἐπιστάτη του: Κάλεσε τούς ἐργάτες καί δῶσ’ τους τό καθορισμένο ἡμερομίσθιο, ἀρχίζοντας ἀπό τούς τελευταίους καί προχωρώντας μέχρι τούς πρώτους. 9 Κι ἀφοῦ ἦλθαν ἐκεῖνοι πού ἔπιασαν δουλειά κατά τίς πέντε τό ἀπόγευμα, πῆραν ὁ καθένας τους ἀπό ἕνα δηνάριο. 10 Ὅταν ὅμως ἦλθαν οἱ πρῶτοι, πού ἔπιασαν δουλειά πολύ πρωί, νόμισαν ὅτι θά πάρουν περισσότερα. Ὡστόσο πῆραν κι αὐτοί ἀπό ἕνα δηνάριο. 11 Ἀλλά ὅταν τό πῆραν, παραπονιοῦνταν καί μουρμού­ρι­ζαν ἐναντίον τοῦ ἰδιοκτήτη τοῦ ἀμπελιοῦ 12 λέγοντας ὅτι αὐτοί οἱ τελευταῖοι μία ὥρα ἐργάσθηκαν στό ἀμπέλι, καί τούς ἐξίσωσες μέ μᾶς πού ὑπο­­­­­­­­μείναμε τό βαρύ κόπο τῆς ἡμέρας καί ὅλη τή ζέστη.­ 13 Τότε αὐτός ἀπευθύνθηκε σ’ ἕναν ἀπ’ αὐτούς καί τοῦ εἶπε: Σύντροφε, δέν σέ ἀδικῶ. Δέν συμφώνησες μαζί μου ἕνα δηνάριο; 14 Πάρε τό δικό σου καί φύγε. Θέλω ἐγώ νά δώ­σω σ’ αὐτόν τόν τελευταῖο ὅ,τι καί σέ σένα. 15 Ἤ δέν ἔχω τό δικαίωμα νά κάνω ἐκεῖνο πού θέλω στήν περιουσία μου; Ἤ τό μάτι σου εἶναι κακό καί ζηλεύει πού ἐγώ εἶμαι καλός καί ἀγαθός, καί γίνεται ἀφορμή ἡ δική μου καλοσύνη νά δείξεις ἐσύ τό φθόνο σου; 16 Ἔτσι θά γίνουν πρῶτοι αὐτοί πού κλήθηκαν τελευταῖοι κι ἀργότερα ἀπό τούς ἄλλους, ἀλλά ἔδειξαν μεγάλο ζῆλο στό ἔργο τοῦ Κυρίου· ἐνῶ αὐτοί πού κλήθηκαν νωρίτερα καί πρῶτοι ἀπό τούς ἄλλους, ἀλλά ἔδειξαν χαλαρότητα καί ἀμέλεια, θά γίνουν τελευταῖοι. Διότι πολλοί εἶναι καλεσμένοι ἀπό τόν Χριστό, λίγοι ὅμως εἶναι ἐκλεκτοί. Καί ἡ ἀμοιβή πού δίνει ὁ Κύριος δέν ἐξαρτᾶται ἀπό τόν περισσότερο χρόνο πού θά ἐργασθεῖ ὁ καθένας, ἀλλά ἀπό τή μεγαλύτερη προθυμία πού θά δείξει. Καί πάντοτε ἡ ἀμοιβή αὐτή θά δοθεῖ σύμφωνα μέ τό ἔλεος καί τή φιλανθρωπία τοῦ Κυρίου.