ΠΕΜΠΤΗ 12 ΜΑΪΟΥ

Ἀπόστολος: ἡμέρας, Πέμ. β΄ ἑβδ. Πράξεων (Πρξ. δ΄ 23-31):

23 Ἀπολυθέντες δὲ ἦλ­θον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐ­τοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. 24 οἱ δὲ ἀκούσαντες ὁμοθυ­μαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον· Δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, 25 ὁ διὰ στόματος Δαυῒδ παιδός σου εἰπών· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; 26 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. 27 συνήχθησαν γὰρ ἐπ᾿ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, 28 ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι· 29 καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου 30 ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31 καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλή­σθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λό­γον τοῦ Θεοῦ μετὰ παρρησίας.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

23 Ὅταν οἱ δύο ἀπόστολοι ἀφέθηκαν ἐλεύθεροι, ἦλ­θαν στούς ἄλλους ἀποστόλους καί ἀδελφούς μέ τούς ὁποί­ους εἶχαν τήν ἴδια πίστη καί συνδέονταν πνευματικά ὡς μέ­λη τῆς ἴδιας οἰκο­­γέ­­νει­ας· καί τούς διηγήθηκαν ὅσα τούς εἶπαν οἱ ἀρχι­ε­ρεῖς καί οἱ πρεσβύτεροι. 24 Ἐκεῖνοι ὅταν τά ἄκουσαν αὐτά, ὅλοι μαζί μέ μιά φω­νή καί μιά καρδιά ὕψωσαν ἱκετήρια φωνή πρός τόν Θεό καί εἶπαν: Ὕψιστε κυρίαρχε τοῦ παντός, ἐσύ πού δημιούργησες τόν οὐρανό καί τή γῆ καί τή θάλασσα κι ὅλα ὅσα ὑπάρχουν σ’ αὐτά, 25 ἐσύ πού εἶπες μέ τό στόμα τοῦ δούλου σου Δαβίδ· γιατί κυριεύθηκαν ἀπό μανία καί ἐξαγριώθηκαν τά ἔθνη, καί γιατί οἱ λαοί μηχανεύθηκαν σχέδια πού θά ἀπο­τύ­χουν καί θά ἀποδειχθοῦν μάταια; 26 Παρατάχθηκαν σέ πόλεμο ὅλοι μαζί οἱ βασιλιάδες τῆς γῆς, ὁ ἕνας κοντά στόν ἄλ­­λο, καί οἱ ἄρχοντες συ­να­­­­θροίσθηκαν μέ ἐχθρικές διαθέσεις ἐναντίον τοῦ Κυ­ρί­­­­­ου καί Θεοῦ καί ἐναντίον τοῦ Μεσσία, τόν ὁποῖο ἔχρι­σε κι ἐγ­κα­τέστησε αἰώνιο βασιλιά, ἀρχιερέα καί προ­­­­φή­­τη. 27 Ἡ προφητεία αὐτή τοῦ Δαβίδ ἐπαληθεύθηκε σήμε-­­ρα. Διότι πράγματι ἐναντίον τοῦ ἁγί­ου παιδός σου Ἰη­σοῦ, τόν ὁποῖο ἔχρισες Λυτρωτή καί Σω­τήρα, μαζεύ­τηκαν ὁ Ἡρώδης καί ὁ Πόντιος Πιλάτος μαζί μέ εἰ­δω­­­­λο­­­­­­­λα­­­­τρικά ἔθνη καί μέ λαό ἀπ’ ὅλες τίς φυλές τοῦ Ἰσρα­­ήλ. 28 Ἀλλά κι ἄν μαζεύτηκαν ὅλοι αὐτοί, δέν μπόρεσαν νά κάνουν τίποτε παραπάνω ἀπ’ ὅσα τό πανίσχυρο καί παντοδύναμο χέρι σου καί ἡ πάνσοφη βουλή σου εἶχε ὁρίσει ἀπό πρίν νά γίνουν. 29 Καί τώρα, Κύριε, ρίξε τό προστατευτικό γιά μᾶς βλέμμα σου στίς ἀπειλές τους καί δῶσε στούς δούλους σου ἐνίσχυση καί χάρη, γιά νά κηρύττουν τό λόγο σου μέ θάρρος καί μέ ἀφοβία ἀπέναντι σέ ὁποιαδήποτε ἀπειλή. 30 Κι ἔτσι νά κηρύττουν αὐτοί τήν ἀλήθεια, ἐνῶ ἐσύ θά ἐκτείνεις τό παντοδύναμο χέρι σου γιά νά θεραπεύ­εις θαυματουργικά τίς ἀσθένειες, καί θά γίνονται σημεῖα ἀποδεικτικά καί θαύματα καταπληκτικά μέ τήν ἐπίκληση τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31 Καί μόλις αὐτοί τελείωσαν τήν ἱκετήρια αὐτή προσευχή τους, μέ τήν ὁποία ζήτησαν τή βοήθεια τοῦ Θεοῦ, σείσθηκε ὁ τόπος στόν ὁποῖο ἦταν συναθροισμένοι καί γέ­μισαν ὅλοι μέ Ἅγιον Πνεῦ­μα, καί κήρυτταν μέ ἄφοβο θάρ­ρος τό λόγο τοῦ Θεοῦ.