Η ΘΕΟΤΗΤΑ ΤΟΥ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 5 ΙΟΥΝΙΟΥ 2016

Τοῦ Τυφλοῦ: Ἰωάν. θ΄ 1-38

Τῷ καιρῷ ἐκείνῳ, παράγων ὁ ᾿Ιησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη ᾿Ιησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος ᾿Ιησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ ᾿Ιησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. οὐκ ἐπίστευσαν οὖν οἱ ᾿Ιουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς ᾿Ιουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ ᾿Ιουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ᾿ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. ῎Ηκουσεν ὁ ᾿Ιησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.

Η ΘΕΟΤΗΤΑ ΤΟΥ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

«Σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ;»

   Μοναδικὸ τὸ θαῦμα ποὺ ἀκούσαμε στὴ σημερινὴ εὐαγγελικὴ περικοπή. Δὲν εἶναι ὅμως μόνο τὸ γεγονὸς ὅτι ὁ ἐκ γενετῆς τυφλὸς εἶδε τὸ φῶς μὲ τοὺς σωματικοὺς ὀφθαλμούς του. Τὸ σπουδαιότερο εἶναι ὅτι ὁ Κύριος τοῦ χάρισε τὸ φῶς τῆς ἀλήθειας. Τοῦ ἀποκαλύφθηκε ὡς Υἱὸς τοῦ Θεοῦ καὶ ὡς ἀληθινὸ Θεὸ Τὸν προσκύνησε ὁ θεραπευμένος πλέον τυφλός.
   2.000 χρόνια μετά, τὸ πρόσωπο τοῦ Χριστοῦ παραμένει «σημεῖον ἀντιλεγόμενον». Ἂς δοῦμε λοιπὸν τί πιστεύουν σήμερα οἱ ἄνθρωποι γιὰ τὸν Χριστὸ καὶ ποιὰ εἶναι ἡ μοναδικὴ καὶ σωτήρια ἀλήθεια γιὰ τὸ πρόσωπό του.

1. ΤΙ ΠΙΣΤΕΥΟΥΝ ΓΙΑ ΤΟΝ ΧΡΙΣΤΟ

   Ὑπάρχουν μερικοὶ ὁ ὁποῖοι θεωροῦν τὸν Ἰησοῦ Χριστὸ ἁπλῶς ὡς ἕνα κοινωνικὸ ἐπαναστάτη ποὺ συγκρούστηκε μὲ τὸ κατεστημένο. Ἔτσι, γιὰ παρά­­­­δειγμα στὴν ἐκδίωξη τῶν ἐμπόρων ἀ­­­πὸ τὸ Ναὸ βλέπουν τὸν Κύριο Ἰησοῦ νὰ πολεμεῖ τὴν κεφαλαιοκρατία· ἢ ὅταν ­ἐξαπολύει τὰ «οὐαὶ» στοὺς Φαρισαίους, ὑπογραμμίζουν τὴν ­ἀντίδραση σὲ κάθε μορφὴ θρησκευτικῆς ἐξουσίας. Ἄλλοι τὴ συμ­πάθειά του γιὰ τοὺς πτωχοὺς τὴν ἐκ­λαμβάνουν ὡς μιὰ ταξικὴ τοποθέτηση, ἐνῶ ἄλλοι βλέπουν τὸν Κύριο μόνο ὡς τέλειο Διδάσκαλο, ὡς φιλόσοφο ἢ ὡς ἕνα ἀξεπέραστο ἠθικὸ πρότυπο, ποὺ βέβαια μπορεῖ νὰ βοηθήσει τὸν ἄνθρωπο νὰ προοδεύσει στὴ ζωή του, ὄχι ὅμως καὶ νὰ τὸν σώσει. Ὅλοι αὐτοὶ ἀποφεύγουν νὰ κάνουν λόγο γιὰ τὴ θεότητα τοῦ Χριστοῦ, γιὰ τὴ σωτηρία ποὺ μόνο Αὐτὸς ὡς Υἱὸς τοῦ Θεοῦ μπορεῖ νὰ μᾶς προσφέρει.

2. Ο ΧΡΙΣΤΟΣ, ΥΙΟΣ ΤΟΥ ΘΕΟΥ

   Ἐδῶ ἀκριβῶς εἶναι ἀπαραίτητο οἱ πιστοὶ χριστιανοὶ νὰ προσέξουμε γιὰ νὰ μὴν πλανηθοῦμε. Στὴ σημερινὴ εὐαγγελικὴ περικοπὴ ἀκούσαμε τὸν ἴδιο τὸν Κύριο νὰ ἀποκαλεῖ τὸν Ἑαυτό του Υἱὸ τοῦ Θεοῦ. Αὐτὴ ἡ ἀλήθεια γιὰ τὴ θεότητα τοῦ Χριστοῦ ἀποτελεῖ τὴν καρδιὰ τῆς Πίστεώς μας ὅπως τὴ βρίσκουμε στὰ Ἱερὰ Εὐαγγέλια, τὴν ὁμολογοῦμε στὸ Σύμβολο τῆς Πίστεως καὶ τὴν κηρύττει ἀδιάκοπα μέσα στοὺς αἰῶνες ἡ Ὀρθόδοξη Ἐκκλησία.
   Ὁ Κύριος Ἰησοῦς Χριστός, ποὺ θυσιάστηκε γιὰ τὴ σωτηρία τοῦ κόσμου, εἶναι τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος. Ἂν ὁ Χριστὸς ὑπῆρξε μόνο ἄνθρωπος, τότε ἡ διδασκαλία του δὲν ἔχει ἀπόλυτη καὶ αἰώνια σημασία οὔτε μπορεῖ νὰ εἶναι δεσμευτικὴ γιὰ νὰ τὴν ἐφαρμόζουμε. Πολὺ περισσότερο, ἂν ὁ Χριστὸς ἦταν μόνο ἕνας ἁπλὸς ἄνθρωπος, τότε δὲν μπορεῖ νὰ μᾶς σώσει, νὰ μᾶς λυτρώσει, νὰ μᾶς θεώσει. Ἡ ἄρνηση τῆς θεότητος τοῦ Χριστοῦ ὁδηγεῖ στὴν ἀπόρριψη καὶ τῶν θαυμάτων του καὶ κάθε ὑπερφυσικῆς ἐνέργειάς του.    Ὅσοι ὅμως εἴμαστε πραγματικοὶ Χριστιανοὶ πρέπει νὰ εἴμαστε ἀπόλυτα βέβαιοι γιὰ τὸ ὅτι ὁ Χριστὸς εἶναι Θεός, ἀφοῦ ὁ Χριστὸς εἶναι ποὺ μᾶς χαρίζει τόσες πλούσιες δωρεές· κυρίως δέ, μᾶς χαρίζει τὴ λύτρωση. Αὐτὸς εἶναι ποὺ ἐνεργεῖ ποικίλα θαύματα στὴ ζωή μας· ὁ Κύριος εἶναι αὐτὸς ὁ Ὁποῖος διὰ τῆς ­Χάριτός του ἀλλοιώνει καὶ μεταμορφώνει τὴν ψυχὴ κάθε ἀνθρώπου – καὶ τὴ δική μας.
   Νὰ πιστεύουμε λοιπὸν ἀκράδαντα στὸν Χριστὸ ὡς Υἱὸ τοῦ Θεοῦ καὶ νὰ Τὸν πα­­ρακαλοῦμε νὰ μᾶς ἐνισχύει καὶ νὰ μᾶς φωτίζει, ὥστε νὰ Τὸν γνωρίζουμε περισσότερο, νὰ Τὸν ἀγαποῦμε καὶ νὰ Τὸν προσκυνοῦμε ὡς Λυτρωτὴ καὶ Σωτήρα μας.