ΚΥΡΙΑΚΗ 14 ΑΥΓΟΥΣΤΟΥ

Εὐαγγέλιον: Κυρ. η΄ ἑβδ. Ματθ. (Μτθ. ιδ΄ 14 – 22):

14 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶ­δε πολὺν ὄχλον, καὶ ἐσ­πλαγ­χνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. 15 ὀψίας δὲ γενομένης προ­σῆλθον αὐτῷ οἱ μαθηταὶ αὐ­τοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄ­­­­χ­­λους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑ­­­­αυτοῖς βρώματα. 16 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 ὁ δὲ εἶπε· φέρετέ μοι αὐ­­τοὺς ὧδε. 19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους,­ οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων. 22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

14 Ὅταν λοιπόν ὁ Ἰησοῦς βγῆκε ἀπό τό ἐρημικό καταφύγιό του, εἶδε πολύ λαό, καί τούς σπλαχνίσθηκε καί θεράπευσε τούς ἀρρώστους τους. 15 Καθώς ὅμως πλησίαζε νά βραδιάσει, τόν πλησία­σαν οἱ μαθητές του καί τοῦ εἶπαν: Εἶναι ἔρημος ὁ τόπος καί ἡ ὥρα πλέον πέρασε. Δῶσε διαταγή νά διαλυθοῦν τά πλήθη τοῦ λαοῦ, γιά νά πᾶνε στά χωριά καί νά ἀγο­ρά­σουν γιά τούς ἑαυτούς τους τροφές νά φᾶνε. 16 Ὁ Ἰησοῦς ὅμως τούς εἶπε: Δέν εἶναι ἀνάγκη νά φύγουν καί νά ἀγοράσουν τρόφιμα. Δῶστε τους ἐσεῖς νά φᾶνε. 17 Ἀλλά ἐκεῖνοι τοῦ εἶπαν: Δέν ἔχουμε ἐδῶ τίποτε ἄλλο παρά μόνο πέντε ψωμιά καί δύο ψάρια. 18 Ὁ Κύριος τότε εἶπε: Φέρτε τά μου ἐδῶ. 19 Κι ἀφοῦ παρακίνησε τά πλήθη τοῦ λαοῦ νά ἀνα­κλι­θοῦν στήν πρασινάδα, πῆρε τά πέντε ψωμιά καί τά δύο ψάρια, σήκωσε τά μάτια του στόν οὐρανό κι εὐχαρίστησε καί ἐπικαλέστηκε τόν Πατέρα του. Κι ἀ­­φοῦ ἔκοψε τά ψωμιά, τά ἔδωσε στούς μαθητές καί οἱ μα­θητές στά πλήθη τοῦ λαοῦ. 20 Κι ἔφαγαν ὅλοι καί χόρτασαν, καί μάζεψαν ὅσα κομμάτια εἶχαν περισσέψει, δώδεκα δηλαδή κοφίνια γε­μά­τα. 21 Ἐκεῖνοι μάλιστα πού ἔφαγαν ἦταν περίπου πέντε χι­λι­άδες ἄνδρες, χωρίς νά συνυπολογίζονται στόν ἀριθ­μό αὐτό οἱ γυναῖκες καί τά παιδιά. 22 Κι ἀμέσως ὁ Ἰησοῦς, γιά νά μήν παρασυρθοῦν οἱ μαθητές του ἀπό τόν ἐνθουσιασμό τοῦ πλήθους πού ἤθελε νά τόν ἀνακηρύξει βασιλιά, τούς ἀνάγκασε νά μποῦν στό πλοῖο καί νά περάσουν πρίν ἀπ’ αὐτόν στό ἀπέναντι μέρος τῆς λίμνης, ὡσότου αὐτός διαλύσει τά πλήθη τοῦ λαοῦ.