ΠΑΡΑΣΚΕΥΗ 12 ΑΥΓΟΥΣΤΟΥ

Εὐαγγέλιον: ἡμέρας, Παρ. η΄ ἑβδ. Ματθ. (Μτθ. ιζ΄ 10 – 18):

10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγον­­τες· τί οὖν οἱ γραμματεῖς λέ­γουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἠλίας μὲν ἔρ­­χεται πρῶτον καὶ ἀποκατα­στήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤ­­δη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν ἐν αὐ­­τῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν. 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπε­τῶν αὐτὸν καὶ λέγων· 15 Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κα­κῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔ­­­σομαι μεθ᾿ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐ­­τοῦ τὸ δαιμόνιον καὶ ἐθερα­­πεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

10 Καί οἱ μαθητές του τόν ρώτησαν: Ὅταν ὁ Ἠλίας ἦλ­­­θε καί σέ χαιρέτησε στό βουνό, ἔφυγε πάλι. Για­­­­­­­­τί λοιπόν οἱ γραμματεῖς λένε ὅτι πρίν ἀπό τήν ἔ­­λευ­­­­­­­­­ση τοῦ Μεσσία πρέπει νά ἔλθει πρῶτα ὁ Ἠλίας; 11 Κι ὁ Ἰησοῦς τούς ἀποκρίθηκε: Ὁ Ἠλίας βέβαια, ὅπως προφήτευσε ὁ Μαλαχίας, θά ’ρθεῖ πρῶτα καί θά ἀποκαταστήσει ὅλες τίς σχέσεις τῶν ἀνθρώπων, ὥστε αὐτοί καί νά εἰρηνεύσουν καί νά συνδεθοῦν περισσότερο μεταξύ τους καί μέ τόν Θεό. 12 Ἐγώ ὅμως σᾶς λέω ὅτι τώρα πλέον ὁ Ἠλίας ἦλθε. Ἦλθε δηλαδή ὁ Ἰωάννης, πού ἔμοιαζε σ’ ὅλα μέ τόν Ἠ­­­λία. Αὐτός ἦταν ὁ πρόδρομός μου, κι αὐτοί δέν τόν ἀνα­γνώρισαν, ἀλλά τοῦ ἔκαναν ὅσα θέλησαν μέ τίς διεστραμμένες θελήσεις τους. Ἔτσι καί ὁ υἱός τοῦ ἀν­­θρώπου πρόκειται νά πάθει ἀπό αὐτούς. 13 Τότε οἱ μαθητές κατάλαβαν ὅτι τούς μιλοῦσε γιά τόν Ἰωάννη τόν βαπτιστή. 14 Κι ὅταν ἔφθασαν στό πλῆθος τοῦ λαοῦ, τόν πλησίασε κάποιος ἄνθρωπος πού γονάτισε μπροστά του κι ἔλεγε: 15 Κύριε, λυπήσου καί σπλαχνίσου τό παιδί μου, διότι σεληνιάζεται καί ὑποφέρει ἄσχημα, ἀλλά καί κινδυνεύει τόν ἔσχατο κίνδυνο. Διότι πολλές φορές πέφτει στή φωτιά, καί πολλές φορές στό νερό, καί κινδυνεύει ἔτσι νά καεῖ ἤ νά πνιγεῖ. 16 Καί τόν ἔφερα στούς μαθητές σου, ἀλλά αὐτοί δέν μπόρεσαν νά τόν θεραπεύσουν. 17 Ὁ Ἰησοῦς τότε ἀποκρίθηκε: Ὤ γενιά πού τόσα θαύματα εἶδες καί εἶσαι ἀκόμη ἄπιστη, κι ἀπ’ τήν κακία σου εἶσαι διεστραμμένη! Ἕως πότε θά εἶμαι μαζί σας; Ἕως πότε θά σᾶς ἀνέχομαι; Φέρτε τόν μου ἐδῶ. 18 Τότε τόν ἐπέπληξε ὁ Ἰησοῦς καί βγῆκε ἀπ’ αὐτόν τό δαιμόνιο καί θεραπεύθηκε τό παιδί ἀπ’ τήν ὥρα ἐκείνη.