Εὐαγγέλιον: ἡμέρας, Σαβ. θ΄ ἑβδ. Ματθ. (Μτθ. ιε΄ 32 – 39):
32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33 καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον· ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35 καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν. 36 καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις· 38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. 39 καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
32 Ὁ Ἰησοῦς τότε προσκάλεσε τούς μαθητές του καί τούς εἶπε: Αἰσθάνομαι βαθιά συμπάθεια καί σπλαχνίζομαι τό πλῆθος τοῦ λαοῦ, διότι εἶναι τώρα τρεῖς ἡμέρες πού μένουν κοντά μου καί δέν ἔχουν τί νά φᾶνε. Καί δέν θέλω νά τούς διώξω στά μέρη τους νηστικούς, μήπως ἀποκάμουν στό δρόμο. 33 Οἱ μαθητές του τότε τοῦ λένε: Ἀπό ποῦ νά προ-μηθευθοῦμε ἐδῶ στήν ἐρημιά τόσους πολλούς ἄρτους, ὥστε νά χορτάσουμε τόσο πλῆθος λαοῦ; 34 Τούς λέει ὁ Ἰησοῦς: Πόσους ἄρτους ἔχετε; Τοῦ εἶπαν: Ἑπτά ἄρτους καί λίγα ψαράκια. 35 Τότε ὁ Ἰησοῦς παρήγγειλε στά πλήθη τοῦ λαοῦ νά καθίσουν στή γῆ. 36 Κι ἀφοῦ πῆρε στά χέρια του τούς ἄρτους καί τά ψάρια, εὐχαρίστησε τόν Πατέρα του πού δίνει καί πολλαπλασιάζει ὅλα τά ἀγαθά, κι ἔκοψε τούς ἄρτους καί τά ψάρια καί τά ἔδωσε στούς μαθητές του, καί οἱ μαθητές ἔδωσαν στά πλήθη τοῦ λαοῦ. 37 Κι ἔφαγαν ὅλοι καί χόρτασαν, καί μάζεψαν τά κομμάτια πού περίσσεψαν καί γέμισαν μ’ αὐτά ἑπτά μεγάλα κοφίνια. 38 Ἐκεῖνοι μάλιστα πού ἔφαγαν ἦταν τέσσερις χιλιάδες ἄνδρες, χωρίς νά ὑπολογίζονται στόν ἀριθμό αὐτό γυναῖκες καί παιδιά. 39 Κι ἀφοῦ διέλυσε τά πλήθη τοῦ λαοῦ, μπῆκε στό πλοῖο καί ἦλθε στά σύνορα τῆς Μαγδαλά.