Εὐαγγέλιον: ἡμέρας, Τετ. ι΄ ἑβδ. Ματθ. (Μτθ. κα΄ 28 – 32):
28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. 30 καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. 31 τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. 32 ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
28 Πῶς σᾶς φαίνεται αὐτό πού θά σᾶς πῶ; Κάποιος ἄνθρωπος εἶχε δύο γιούς. Κι ἀφοῦ πλησίασε τόν πρῶτο τοῦ εἶπε: Παιδί μου, πήγαινε σήμερα καί δούλεψε στό ἀμπέλι μου. 29 Ἐκεῖνος τοῦ ἀποκρίθηκε: Δέν θέλω νά πάω. Ὕστερα ὅμως μετάνιωσε καί πῆγε. 30 Πλησίασε τότε καί τόν δεύτερο γιό καί τοῦ εἶπε τά ἴδια. Κι αὐτός τοῦ ἀποκρίθηκε: Μάλιστα, κύριε, πηγαίνω. Καί δέν πῆγε. 31 Ποιός ἀπό τούς δύο ἔκανε τό θέλημα τοῦ πατέρα του; Τοῦ λένε: Ὁ πρῶτος. Τότε τούς λέει ὁ Ἰησοῦς: Ἀληθινά σᾶς λέω ὅτι οἱ τελῶνες καί οἱ πόρνες, οἱ ὁποῖες στήν ἀρχή ἔδειξαν ἀπείθεια στό νόμο τοῦ Θεοῦ, πηγαίνουν πρίν ἀπό σᾶς τούς Φαρισαίους καί γραμματεῖς στή βασιλεία τοῦ Θεοῦ. Διότι ἐσεῖς μέ λόγια μόνο δείξατε ὑπακοή στό Θεό, στήν πραγματικότητα ὅμως ὑπήρξατε ἀπειθεῖς καί ἄπιστοι. 32 Διότι ἦλθε σέ σᾶς ὁ Ἰωάννης κηρύττοντας τήν ὁδό τῆς ἀρετῆς, τόν ἐνάρετο τρόπο ζωῆς καί συμπεριφορᾶς, κι ὅμως δέν πιστέψατε σ’ αὐτόν. Οἱ τελῶνες ὅμως καί οἱ πόρνες πίστεψαν σ’ αὐτόν. Κι ἐσεῖς, ἐνῶ τούς εἴδατε νά πιστεύουν, οὔτε κἄν ὕστερα μεταμεληθήκατε, ὥστε νά πιστέψετε σ’ αὐτόν.