Ὕμνος ριβ΄
Εἰς τὴν ἄμπελον τὴν ἐξανθήσασαν τὸν βότρυν τὸν πέπειρον
Ἐφάνης πύλη νοητή, Παρθένε, τῆς Ἀνατολῆς,
τῆς Οὐρανόθεν ἐπὶ γῆς ἐπιφανείσης τοῖς βροτοῖς
ἐκ Σοῦ, Θεοχαρίτωτε, ὑπὲρ λόγον καὶ ἔννοιαν·
διὸ οἱ φωτισθέντες Σὲ ὑμνοῦμεν καὶ γεραίρομεν.
Πεποικιλμένη ἀρεταῖς παρέστης Σὺ ἐκ δεξιῶν
τοῦ βασιλέως τοῦ παντός, ὡς ἔνδοξος παντάνασσα,
καὶ πάντα ὅσα βούλεσαι, ὡς Θεομήτωρ δύνασαι·
διὸ καὶ καθικέτευε τὸν Σὸν Υἱὸν ὑπὲρ ἡμῶν.
Πταισμάτων ρῆξον τὰς σειρὰς τῇ παρρησίᾳ Σου, ἁγνή,
τῶν μελῳδούντων εὐσεβῶς, Θεόνυμφε, τὸν τόκον Σου
καὶ τούτους καταξίωσον ἐν παρρησίᾳ εὔχεσθαι
πρὸς τὸν φιλάνθρωπον Θεὸν καὶ τῶν κακῶν ἀπέχεσθαι.
Ἁγιωσύνης τέμενος ὑπάρχουσα, Θεόνυμφε,
τὸν λόγον τὸν πανάγιον τὸν πάντας ἁγιάζοντα,
τὸν τῷ Πατρὶ συνάναρχον, ἁγνή, ἐκυοφόρησας·
διὸ καὶ Θεοτόκον Σε πρεπόντως ὀνομάζομεν.
Γνώμῃ καὶ στόματι, ἁγνή, φρονοῦντες Θεοτόκον Σε,
ὁμολογοῦμεν, πάνσεμνε, οἱ σεσωσμένοι διὰ Σοῦ·
τὸν ποιητὴν καὶ Κύριον καὶ Βασιλέα γὰρ Χριστόν,
τὸν σάρκα περιθέμενον, Παρθένε, ἀπεκύησας.
Ὡραῖος κάλλει ὁ καρπὸς τῆς Σῆς κοιλίας, ἄμωμε,
καὶ παρὰ πάντας ἔκλαμπρος, ὡς Λόγος ὑπερούσιος.
Σὺ γάρ, Παρθένε, τέτοκας Θεὸν ἐνανθρωπήσαντα
διὰ τὸ σῶσαι τὸν Ἀδάμ. Ὅθεν Σε μεγαλύνομεν.
(Ἁγίου Νεκταρίου, «Θεοτοκάριον»)