ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (30/10)

Ἀπόστολος: Κυρ. ιθ΄  ἑβδ. ἐπιστ. (Β΄ Κορ. ια΄ 31 – ιβ΄ 9):

31 ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. 32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρού­ρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, 33 καὶ διὰ θυρίδος ἐν σαρ­γάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκα­λύψεις Κυρίου. 2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπα­γέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. 3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶ­δα, ὁ Θεὸς οἶδεν· 4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ρήματα, ἃ οὐκ ἐξὸν ἀνθρώ­πῳ λαλῆσαι. 5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. 6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. 7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σα­τᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπε­ραίρωμαι. 8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ· 9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

31 Θά σᾶς πῶ πράγματα πού ἴσως σᾶς φανοῦν ἀπίστευτα. Ἀλλά ὁ Θεός καί Πατήρ τοῦ Κυρίου μας Ἰη­σοῦ Χριστοῦ, ὁ ὁποῖος εἶναι εὐλογημένος στούς αἰ­ῶ­νες, γνωρίζει ὅτι δέν λέω ψέματα. 32 Στή Δαμασκό ὁ διοικητής πού εἶχε διορισθεῖ ἀπό τόν βασιλιά Ἀρέτα φρουροῦσε τήν πόλη τῶν Δα­μα­σκη­νῶν, ἐπειδή ἤθελε νά μέ συλλάβει. 33 Κι ἀπό κάποιο παράθυρο μέ κατέβασαν κάτω μέσα σέ δικτυωτό καλάθι, μέσα ἀπό κάποιο ἄνοιγμα τοῦ τείχους τῆς πόλεως, καί ξέφυγα ἀπό τά χέρια του. Νά σᾶς μιλήσω λοιπόν καί γιά ἄλλους διωγμούς μου, δέν μέ συμφέρει νά καυχιέμαι. Σταματῶ λοι­πόν γι’ αὐτό νά μιλῶ γιά τούς διωγμούς καί τούς ἄλ­λους κόπους μου. Θά ἀναφερθῶ ὅμως σέ ὀπτασίες καί ἀπο­καλύψεις πού μοῦ χάρισε ὁ Κύριος. 2 Γνωρίζω ἕναν ἄνθρωπο πού βρίσκεται σέ στενή σχέ­ση καί ἐπικοινωνία μέ τόν Χριστό. Ὁ ἄνθρωπος αὐ­­τός πρίν ἀπό δεκατέσσερα χρόνια ἁρπάχθηκε καί ἀνυ­­ψώθηκε μέχρι τόν τρίτο οὐρανό, ὅπου διαμένουν οἱ ἀγγε­λικές δυνάμεις. Δέν γνωρίζω ὅμως ἐάν ἦταν μέ τό σῶ­μα του τήν ὥρα ἐκείνη ἤ ἦταν σέ ἔκσταση, ἔξω ἀπό τό σῶμα του. Ὁ Θεός ξέρει. 3 Καί γνωρίζω ὅτι ὁ ἄνθρωπος αὐτός (εἴτε μέ τό σῶμα του, εἴτε ἔξω ἀπ’ τό σῶμα του, μόνο μέ τήν ψυχή του, δέν γνωρίζω, ὁ Θεός γνωρίζει) 4 ἁρπάχθηκε καί μεταφέρθηκε στόν Παράδεισο κι ἄκουσε λόγια πού κανένας ἄνθρωπος δέν ἔχει τή δύναμη νά τά πεῖ, κι οὔτε ἐπιτρέπεται νά τά ξεστομίσει λόγῳ τῆς ἱερότητός τους. 5 Γιά τόν ἄνθρωπο αὐτόν θά καυχηθῶ. Δέν εἶναι ὁ συνηθισμένος Παῦλος αὐτός, ἀλλά ἄλλος Παῦλος, στόν ὁποῖο ὁ Κύριος ἔδωσε πολλές χάριτες. Γιά τόν ἑαυτό μου ὅμως δέν θά καυχηθῶ παρά μόνο γιά τίς θλίψεις καί τούς πειρασμούς μου, ὅπου φανερώνεται ἡ ἀσθένειά μου, ἀλλά καί ἡ δύναμη τοῦ Θεοῦ πού δέν μ’ ἀφήνει νά καταρρεύσω. 6 Μόνο γιά τίς ἀσθένειές μου αὐτές θά καυχηθῶ κι ὄχι γιά τίς ἐπιτυχίες καί τή δράση μου. Διότι ἐάν θελή­σω καί γι’ αὐτά νά καυχηθῶ, δέν θά εἶμαι ἄμυαλος καί ἀνό­η­τος, ἐπειδή θά πῶ τήν ἀλήθεια. Δυσκολεύομαι ὅμως νά καυχηθῶ, γιά νά μή μοῦ λογαριάσει κανείς τίποτε περισσότερο ἀπό ἐκεῖνο πού βλέπει ἤ ἀκούει ἀπό μένα. 7 Καί ἐξαιτίας τῶν πολλῶν καί μεγάλων ἀποκαλύψεων ἐπέ­­­τρε­ψε ὁ Θεός καί μοῦ δόθηκε ἀγκαθωτό ξύλο στό σῶ­μα, ἀρρώστια ἀθεράπευτη, ἄγγελος τοῦ σατανᾶ, γιά νά μέ χτυπᾶ στό πρόσωπο καί νά μέ ταλαιπωρεῖ, γιά νά μήν ὑπερηφανεύομαι. 8 Γιά τόν πειρασμό αὐτό τρεῖς φορές παρακάλεσα τόν Κύριο νά μοῦ τόν ἀπομακρύνει. 9 Ἀλλά ὁ Κύριος μοῦ εἶπε: Σοῦ εἶναι ἀρκετή ἡ χάρις πού σοῦ δίνω. Διότι ἡ δύναμή μου ἀναδεικνύεται τέλεια, ὅταν ὁ ἄνθρωπος εἶναι ἀσθενής καί μέ τήν ἐνίσχυσή μου κατορθώνει μεγάλα καί θαυμαστά. Μέ πολύ μεγάλη εὐχαρίστηση λοιπόν θά καυχιέμαι περισσότερο στίς ἀσθένειές μου, γιά νά κατοικήσει μέσα μου ἡ δύναμη τοῦ Χριστοῦ.