Εὐαγγέλιον: Κυρ. ιδ΄ Λουκᾶ (Λκ. ιη΄ 35-43)
35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· 36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. 37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. 38 καὶ ἐβόησε λέγων· Ἰησοῦ υἱὲ Δαυΐδ, ἐλέησόν με. 39 καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με· 40 σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτὸν 41 λέγων· τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. 42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. 43 καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
35 Καθώς ὁ Κύριος πλησίαζε στήν Ἱεριχώ, κάποιος τυφλός καθόταν κοντά στό δρόμο καί ζητιάνευε. 36 Ὅταν ὅμως ἄκουσε τό θόρυβο τοῦ πλήθους πού περνοῦσε, ρώτησε νά μάθει τί νά ἦταν αὐτά πού ἄκουγε. 37 Τοῦ εἶπαν ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος περνάει ἀπό ἐκεῖ. 38 Τότε ἐκεῖνος ἄρχισε νά φωνάζει δυνατά: Ἰησοῦ, ἔνδοξε ἀπόγονε τοῦ Δαβίδ πού σέ προανήγγειλαν οἱ προφῆτες, σπλαχνίσου με, ἐλέησέ με. 39 Τότε αὐτοί πού προπορεύονταν τόν μάλωναν καί τόν ἀνάγκαζαν νά σωπάσει, νομίζοντας ὅτι μέ τίς φωνές του θά ἐνοχλοῦνταν ὁ Ἰησοῦς. Αὐτός ὅμως φώναζε πολύ περισσότερο: Ἀπόγονε τοῦ Δαβίδ, ἐλέησέ με. 40 Ὁ Ἰησοῦς τότε διέκοψε τήν πορεία του καί διέταξε νά τόν φέρουν κοντά του. Κι ὅταν αὐτός πλησίασε, ὁ Κύριος τόν ρώτησε 41 καί τοῦ εἶπε: Τί θέλεις νά σοῦ κάνω; Τότε ὁ τυφλός ἀπάντησε: Κύριε, θέλω νά ἀποκτήσω καί πάλι τό φῶς μου. 42 Καί ὁ Ἰησοῦς τοῦ εἶπε: Ἀπόκτησε τό φῶς σου! Ἡ πίστη πού ἔχεις ὅτι εἶμαι ὁ ἀπόγονος τοῦ Δαβίδ καί ὅτι ἔχω τή δύναμη νά σοῦ δώσω τήν ὑγεία τῶν ματιῶν σου, σέ ἔσωσε ἀπό τήν ἀθεράπευτη τύφλωσή σου. 43 Καί τήν ἴδια στιγμή ὁ τυφλός ἀπέκτησε καί πάλι τό φῶς του καί ἀκολουθοῦσε τόν Ἰησοῦ δοξάζοντας τόν Θεό πού τόν θεράπευσε διαμέσου τοῦ Ἰησοῦ. Καί ὅλο τό πλῆθος τοῦ λαοῦ, ὅταν εἶδε τό θαῦμα, δοξολόγησε καί ἀνύμνησε τόν Θεό.