Εὐαγγέλιον: ἡμέρας, Παρ. ις΄ ἑβδ. Λουκᾶ (Μρ. ιγ΄ 1-9)
Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. 2 καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ. 3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· 4 εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι; 5 ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 6 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. 7 ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος. 8 ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. 9 ἀρχαὶ ὠδίνων ταῦτα.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
Καθώς ὁ Ἰησοῦς ἔβγαινε ἀπό τόν ἱερό περίβολο τοῦ ναοῦ, τοῦ εἶπε ἕνας ἀπ’ τούς μαθητές του: Διδάσκαλε, κοίταξε τί ὡραῖα μάρμαρα καί πόσο λαμπρά κτήρια εἶναι αὐτά ἐδῶ. 2 Κι ὁ Ἰησοῦς τοῦ ἀποκρίθηκε: Βλέπεις αὐτά τά μεγάλα κτήρια; Δέν θά μείνει πέτρα πάνω στήν πέτρα πού νά μήν γκρεμισθεῖ. 3 Κι ἐνῶ ὁ Ἰησοῦς καθόταν στό ὄρος τῶν ἐλαιῶν, ἀπέναντι ἀπό τό ναό, ἄρχισαν νά τόν ρωτοῦν ἰδιαιτέρως ὁ Πέτρος καί ὁ Ἰάκωβος καί ὁ Ἰωάννης καί ὁ Ἀνδρέας: 4 Πές μας, πότε θά γίνουν οἱ καταστροφές τῶν λαμπρῶν κτηρίων πού εἶπες; Καί ποιό εἶναι τό σημάδι πού θά φανεῖ, ὅταν πρόκειται νά συντελεσθοῦν ὅλα αὐτά; 5 Κι ὁ Ἰησοῦς τούς ἀποκρίθηκε κι ἄρχισε νά τούς λέει: Προσέχετε μή σᾶς ἐξαπατήσει κανείς. 6 Σᾶς καθιστῶ προσεκτικούς, διότι θά ἔλθουν πολλοί πού θά διεκδικοῦν καί θά οἰκειοποιοῦνται τό δικό μου ὄνομα καί τόν δικό μου τίτλο, καί θά λένε ὅτι ἐγώ εἶμαι ὁ Μεσσίας, καί θά παραπλανήσουν πολλούς. 7 Ὅταν λοιπόν ἀκούσετε πολέμους καί εἰδήσεις γιά πολέμους σέ ἄλλες χῶρες, μήν ταράζεσθε νομίζοντας ὅτι αὐτά εἶναι σημάδια πού προαναγγέλλουν τό τέλος. Διότι σύμφωνα μέ τό σοφό καί σωτήριο σχέδιο τοῦ Θεοῦ πρέπει νά γίνουν αὐτά, ἀλλά ἀκόμη δέν ἔφθασε τό τέλος. 8 Διότι θά ξεσηκωθεῖ τό ἕνα ἔθνος ἐναντίον τοῦ ἄλλου ἔθνους, καί τό ἕνα βασίλειο ἐναντίον τοῦ ἄλλου βασιλείου. Καί θά γίνουν σεισμοί ἐδῶ κι ἐκεῖ, καί θά ἔλθουν πεῖνες μεγάλες καί ταραχές. 9 Ἀλλά αὐτά θά εἶναι ἡ ἀρχή πόνων καί δεινῶν.