Εὐαγγέλιον: Σαβ. γ΄ ἑβδ. νηστειῶν (Μαρκ. β΄ 14-17)
14 Καὶ παράγων εἶδε Λευῒν τὸν τοῦ Ἀλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 15 καὶ ἐγένετο ἐν τῷ κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ ἠκολούθησαν αὐτῷ. 16 καὶ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι ἰδόντες αὐτὸν ἐσθίοντα μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· τί ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει; 17 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
14 Ἐκεῖ λοιπόν πού προχωροῦσε, εἶδε τόν Λευΐ, τό γιό τοῦ Ἀλφαίου, νά κάθεται στήν τράπεζα τῆς εἰσπράξεως τῶν φόρων, καί τοῦ λέει: Ἀκολούθα με. Κι ἐκεῖνος σηκώθηκε καί τόν ἀκολούθησε. 15 Κι ἐνῶ ὁ Ἰησοῦς καί οἱ μαθητές του ἦταν καθισμένοι στήν τράπεζα τοῦ φαγητοῦ μέσα στήν οἰκία τοῦ Λευΐ, κάθονταν ἐκεῖ μαζί τους καί πολλοί τελῶνες καί ἁμαρτωλοί. Καί ἦταν τόσοι πολλοί, διότι τήν ὥρα πού ὁ Ἰησοῦς κάλεσε τόν Λευΐ, παρευρίσκονταν ἐκεῖ, ὁπότε καί ἀκολούθησαν τόν Ἰησοῦ στό σπίτι τοῦ Ματθαίου καί πῆραν μέρος στό τραπέζι. 16 Καθώς ὅμως οἱ γραμματεῖς καί οἱ Φαρισαῖοι τόν εἶδαν νά τρώει μαζί μέ τούς τελῶνες καί τούς ἁμαρτωλούς, ἔλεγαν στούς μαθητές του: Γιατί ὁ διδάσκαλός σας τρώει καί πίνει μαζί μέ τούς ἁμαρτωλούς; 17 Ὅταν ὁ Ἰησοῦς τά ἄκουσε αὐτά, τούς λέει: Δέν ἔχουν ἀνάγκη γιατροῦ οἱ ὑγιεῖς, ἀλλά οἱ ἄρρωστοι. Δέν ἦλθα στόν κόσμο γιά νά καλέσω σέ μετάνοια ἐκείνους πού ἔχουν τήν ἰδέα ὅτι εἶναι δίκαιοι, ἀλλά τούς ἁμαρτωλούς.