ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (5/4)

Εὐαγγέλιον Μεγ. Πέμπτης (Ματθ. κς΄ 2-20, Ἰω. ιγ΄ 3-17, Ματθ. κς΄ 21-39, Λκ. κβ΄ 43-44, Ματθ. κς΄ 40-κζ΄ 5)

Ματθ. κς΄ 2-20

2 οἴδατε ὅτι μετὰ δύο ἡμέ­ρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδί­δοται εἰς τὸ σταυρωθῆναι. 3 τότε συνήχθησαν οἱ ἀρχι­ε­ρεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα, 4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν. 5 ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ. 6 Τοῦ δὲ Ἰησοῦ γενομέ­νου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7 προσῆλθεν αὐτῷ γυνὴ ἀ­­λάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακει­μένου. 8 ἰδόντες δὲ οἱ μαθηταὶ αὐ­τοῦ ἠγανάκτησαν λέγοντες·­ εἰς τί ἡ ἀπώλεια αὕτη; 9 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δο­θῆναι τοῖς πτωχοῖς. 10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. 11 τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐ­­­­­­­­­ὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦ­το ἐν ὅλῳ τῷ κόσμῳ, λα­ληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. 14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰού­δας Ἰσκαριώτης, πρὸς τοὺς ἀρ­χιερεῖς εἶπε· 15 τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐ­τόν; οἱ δὲ ἔστησαν αὐτῷ τρι­άκοντα ἀργύρια. 16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαι­ρίαν ἵνα αὐτὸν παραδῷ. 17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φα­γεῖν τὸ πάσχα; 18 ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκα­λος λέγει, ὁ καιρός μου ἐγ­γύς ἐστι· πρὸς σὲ ποιῶ τὸ πά­σχα μετὰ τῶν μαθητῶν μου. 19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰη­σοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. 20 Ὀψίας δὲ γενομένης ἀνέ­κειτο μετὰ τῶν δώδεκα.

Ἰω. ιγ΄ 3-17

3 εἰδὼς ὁ Ἰησοῦς ὅτι πάν­τα δέδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ Θεοῦ ἐξῆλθε καὶ πρὸς τὸν Θεὸν ὑπάγει, 4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησι τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν· 5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος. 6 ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον, καὶ λέγει αὐτῷ ἐκεῖνος· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; 7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶ­πεν αὐτῷ· ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. 8 λέγει αὐτῷ Πέτρος· οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα. ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ. 9 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. 10 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὁ λελουμένος οὐ χρείαν ἔχει ἢ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες. 11 ᾔδει γὰρ τὸν παραδιδόν­τα αὐτόν· διὰ τοῦτο εἶπεν· οὐχὶ πάντες καθαροί ἐστε. 12 Ὅτε οὖν ἔνιψε τοὺς πόδας αὐτῶν καὶ ἔλαβε τὰ ἱμάτια αὐτοῦ, ἀναπεσὼν πάλιν εἶπεν αὐτοῖς· γινώσκετε τί πεποίηκα ὑμῖν; 13 ὑμεῖς φωνεῖτέ με, ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. 14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας. 15 ὑπόδειγμα γὰρ δέδωκα ὑμῖν, ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποι­ῆτε. 16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀ­πό­στολος μείζων τοῦ πέμψαντος αὐτόν. 17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.

Ματθ. κς΄ 21-39

21 καὶ ἐσθιόντων αὐτῶν εἶ­πεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. 22 καὶ λυπούμενοι σφόδρα­ ἤρξαντο λέγειν αὐτῷ ἕκα­στος αὐτῶν· μήτι ἐγώ εἰμι, Κύριε; 23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει. 24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώ­που ὑπάγει καθὼς γέγραπται πε­ρὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. 25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· μή­τι ἐγώ εἰμι, ραββί; λέγει αὐ­τῷ· σὺ εἶπας. 26 Ἐσθιόντων δὲ αὐτῶν λα­βὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου· 27 καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐ­τοῖς λέγων· πίετε ἐξ αὐτοῦ­ πάντες· 28 τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμε­νον εἰς ἄφεσιν ἁμαρτιῶν. 29 λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. 30 Καὶ ὑμνήσαντες ἐξῆλ-θον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· 31 πάντες ὑμεῖς σκανδαλισ­θήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· 32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. 33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι. 34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. 35 λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοί­ως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον. 36 Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λε­γό­μενον Γεθσημανῆ, καὶ λέγει­­ τοῖς μαθηταῖς· καθίσατε­ αὐ­τοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ. 37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 τότε λέγει αὐτοῖς ὁ Ἰη­σοῦς· περίλυπός ἐστιν ἡ ψυ­­χή μου ἕως θανάτου· μεί­να­τε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐ­­­μοῦ. 39 καὶ προελθὼν μικρὸν ἔ­­­­πεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.

Λκ. κβ΄ 43-44

43 ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ᾿ οὐρανοῦ ἐνισχύων αὐ­τόν. 44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο. ἐγένετο δὲ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.

Ματθ. κς΄ 40-κζ΄ 5

40 καὶ ἔρχεται πρὸς τοὺς μα­θητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει­ τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύ­σατε μίαν ὥραν γρηγορῆ­σαι μετ᾿ ἐμοῦ! 41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦ­μα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. 42 πάλιν ἐκ δευτέρου ἀπελ­θὼν προσηύξατο λέγων·­ πά­τερ μου, εἰ οὐ δύναται τοῦ­το τὸ ποτήριον παρελ­θεῖν ἀπ᾿ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενη­θήτω τὸ θέλημά σου. 43 καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦ­­­σαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπών. 45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. 47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώ­δεκα ἦλθε, καὶ μετ᾿ αὐτοῦ ὄ­­χλος πολὺς μετὰ μαχαι­ρῶν­ καὶ ξύλων ἀπὸ τῶν ἀρ­χι­ε­ρέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν. 49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπε· χαῖρε, ραββί, καὶ κατεφίλησεν αὐτόν. 50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ᾿ ᾧ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰη­σοῦ ἐκτείνας τὴν χεῖρα ἀπέ­σπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται. 53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι­ ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει­ μοι πλείους ἢ δώδεκα λε­­γεῶνας ἀγγέλων; 54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέ­σθαι; 55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐ­­­­­­­πὶ λῃστὴν ἐξήλθετε μετὰ μα­­χαιρῶν καὶ ξύλων συλλα­βεῖν με· καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων­ ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατή­σατέ με. 56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. 57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. 59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν, 60 καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες 61 εἶπον· οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν. 62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρί­νῃ; τί οὗτοί σου καταμαρτυ­ροῦσιν; 63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶ­­­­πεν αὐτῷ· ἐξορκίζω σε κα­τὰ­ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ. 64 λέγει αὐτῷ ὁ Ἰησοῦς· σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δε­ξι­ῶν τῆς δυνάμεως καὶ ἐρχό­με­νον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. 65 τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ. 66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀπο­κριθέντες εἶπον· ἔνοχος θανάτου ἐστί. 67 τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρρά­πισαν 68 λέγοντες· προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε; 69 Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. 70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· οὐκ οἶδα τί λέγεις. 71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλ­­λη καὶ λέγει αὐτοῖς· ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. 72 καὶ πάλιν ἠρνήσατο μεθ᾿ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄν­θρωπον. 73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. 74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. 75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ρήματος Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς. 

κζ΄ 1 Πρωΐας δὲ γενομένης συμ­βούλιον ἔλαβον πά­­ν­­τες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσ­βύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐ­τόν· 2 καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι. 3 Τότε ἰδὼν Ἰούδας ὁ πα­ραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρε­ψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι καὶ τοῖς πρε­σβυτέροις 4 λέγων· ἥμαρτον παραδοὺς­ αἷμα ἀθῷον. οἱ δὲ εἶπον· τί πρὸς ἡμᾶς; σὺ ὄψει. 5 καὶ ρίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησε, καὶ ἀ­­­πελ­θὼν ἀπήγξατο.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

2 Ξέρετε ὅτι μετά ἀπό δύο ἡμέρες εἶναι ἡ ἑορτή τοῦ Πά­σχα, καί ὁ υἱός τοῦ ἀνθρώπου θά παραδοθεῖ γιά νά σταυρωθεῖ. 3 Τότε μαζεύτηκαν οἱ ἀρχιερεῖς καί οἱ γραμματεῖς καί οἱ πρεσβύτεροι τοῦ λαοῦ στό μέγαρο τοῦ ἀρχιερέα, ὁ ὁποῖος ὀνομαζόταν Καϊάφας. 4 Καί ἀπoφάσισαν ὅλοι μαζί νά συλλάβουν τόν Ἰησοῦ μέ δό­λο καί νά τόν σκοτώσουν. 5 Ἔλεγαν μάλιστα: Νά μή γίνει αὐτό πάνω στήν ἑορτή τοῦ Πάσχα, γιά νά μήν ξεσηκωθεῖ ὁ λαός. 6 Κι ὅταν ὁ Ἰησοῦς ἦλθε στή Βηθανία, στήν οἰκία τοῦ Σίμωνος τοῦ λεπροῦ, 7 τόν πλησίασε μιά γυναίκα πού κρατοῦσε ἕνα δοχεῖο ἀπό ἀλάβαστρο γεμάτο μέ πολύ ἀκριβό μύρο. Κι ἄρχισε νά χύνει τό μύρο αὐτό στό κεφάλι του, καθώς ἐκεῖνος καθόταν στό τραπέζι. 8 Ὅταν ὅμως τό εἶδαν αὐτό οἱ μαθητές, ἀγανάκτησαν κι ἔλεγαν: Γιατί νά γίνει αὐτή ἡ ἄσκοπη καί χαμένη σπα­τάλη τοῦ πολύτιμου αὐτοῦ μύρου; 9 Διότι τό μύρο αὐτό μποροῦσε νά πουληθεῖ ἀκριβά καί τό ἀντίτιμό του νά δοθεῖ στούς φτωχούς. 10 Ἀλλά ὁ Ἰησοῦς τό ἀντιλήφθηκε αὐτό καί τούς εἶπε: Γιατί ἐνοχλεῖτε τή γυναίκα; Μήν τήν πικραίνετε. Διότι πράξη καλή ἔκανε σέ μένα. Καί ἡ πράξη αὐτή εἶ­ναι προτιμότερη στήν περίσταση αὐτή καί ἀπό τήν ἐλε­ημοσύνη καί τή βοήθεια τῶν φτωχῶν. 11 Διότι τούς φτωχούς τούς ἔχετε πάντοτε μαζί σας καί μπορεῖτε ὁποιαδήποτε ὥρα νά τούς εὐεργετήσετε. Ἐμένα ὅμως δέν θά μ’ ἔχετε πάντοτε. Ἄρα λοιπόν μήν ἐνοχλεῖτε τή γυναίκα γι’ αὐτό πού ἔκανε. 12 Διότι ὅταν αὐτή ἔχυσε τό μύρο αὐτό στό σῶμα μου, τό ἔκανε γιά νά ἑτοιμάσει τήν ταφή μου. 13 Ἀληθινά σᾶς λέω, ὁπουδήποτε κι ἄν κηρυχθεῖ τό εὐ­αγγέλιο αὐτό πού κηρύττω καί σᾶς παρέδωσα, σ’ ὅλο τόν κόσμο δηλαδή, θά ἀναφέρεται κι αὐτό πού ἔκα­νε αὐτή, γιά νά παραμένει ἀλησμόνητη ἡ μνήμη τῆς γυναίκας αὐτῆς. 14 Τότε ἕνας ἀπό τούς δώδεκα μαθητές, αὐτός πού λε­γόταν Ἰούδας Ἰσκαριώτης, πῆγε στούς ἀρχιερεῖς καί τούς εἶ­πε: 15 Τί θέλετε νά μοῦ δώσετε, κι ἐγώ θά σᾶς τόν παραδώσω. Αὐτοί λοιπόν τοῦ παρέδωσαν τριάντα ἀσημένια νομίσματα. 16 Καί ἀπό τότε ζητοῦσε νά βρεῖ τήν κατάλληλη εὐ­και­ρία γιά νά τούς τόν παραδώσει. 17 Τήν πρώτη λοιπόν ἀπό τίς ἑπτά ἡμέρες πού δι­αρ­κοῦσε ἡ ἑορτή τῶν ἀζύμων, δηλαδή τοῦ Πάσχα, ἦλθαν οἱ μαθητές στόν Ἰησοῦ καί τοῦ εἶπαν: Ποῦ θέλεις νά σοῦ ἑτοιμάσουμε νά φᾶς τό Πάσχα; 18 Κι ὁ Ἰησοῦς τούς ἀπάντησε: Πηγαίνετε στήν πόλη στόν τάδε καί νά τοῦ πεῖτε: Ὁ διδάσκαλος λέει: Ὁ καιρός τοῦ Πά­­θους μου πλησιάζει. Σκέφτομαι νά κάνω μέ τούς μα­θη­τές μου στό σπίτι σου τό καινούργιο Πάσχα καί ὄχι ἐκεῖνο πού ἀπό αὔριο τό βράδυ θά ἀρχίσουν νά ἑορτάζουν οἱ Ἰουδαῖοι. 19 Κι οἱ μαθητές ἔκαναν ὅπως τούς πρόσταξε ὁ Ἰησοῦς κι ἑτοίμασαν τό μέρος ὅπου θά γινόταν τό Πασχαλινό Δεῖπνο. 20 Ὅταν λοιπόν βράδιασε, ὁ Ἰησοῦς καθόταν στό τραπέζι μέ τούς δώδεκα μαθητές. 

Ἰω. ιγ΄ 3-17

3 Ὁ Ἰησοῦς, ἄν καί εἶχε ἐπίγνωση τοῦ θεοπρεποῦς με­γα­λείου του καί γνώριζε ὅτι τοῦ εἶχε παραδώσει ὁ Πα­τήρ τά πάντα στά χέρια του καί στήν ἐξουσία του, καί ὅτι ἀπό τόν Θεό γεννήθηκε καί ἀποστάλθηκε στόν κόσμο, καί στόν Θεό μετά ἀπό λίγο θά ἐπέστρεφε ­πά­λι, παρόλα αὐτά ὑπηρέτησε ἤδη τούς μαθητές του ὡς δοῦλος. 4 Σηκώνεται δηλαδή ἀπό τό τραπέζι τοῦ δείπνου τήν ὥρα πού ὅλοι εἶχαν πάρει τίς θέσεις τους σ’ αὐτό, καί βγάζει τά ἐξωτερικά του ἐνδύματα καί, ἀφοῦ πῆρε μία πετσέτα, ζώσθηκε μ’ αὐτήν. 5 Ἔπειτα ρίχνει νερό στή λεκάνη πού ὑπῆρχε ἐκεῖ γιά τό πλύσιμο τῶν ποδιῶν καί ἄρχισε νά πλένει τά πόδια τῶν μα­θη­τῶν καί νά τά σκουπίζει μέ τήν πετσέτα μέ τήν ὁποία ἦταν ζωσμένος. 6 Ἔρχεται λοιπόν καί στό Σίμωνα Πέτρο γιά νά πλύνει καί τά δικά του πόδια, κι ἐκεῖνος τοῦ λέει: Κύριε, ἐσύ ὁ Διδάσκαλος καί Θεός μου θά μοῦ πλύνεις τά πόδια; 7 Κι ὁ Ἰησοῦς τοῦ ἀποκρίθηκε: Ἐσύ τώρα δέν καταλα­βαί­νεις ποιά σημασία καί ποιό νόημα ἔχει αὐτό πού κά­νω αὐτή τή στιγμή. Θά τό καταλάβεις ὅμως ἀργό­τε­ρα. 8 Τοῦ λέει ὁ Πέτρος: Ποτέ δέν θά δεχθῶ νά μοῦ πλύνεις ἐσύ τά πόδια μου. Τοῦ ἀποκρίθηκε ὁ Ἰησοῦς: Ἐάν δέν δι­δαχθεῖς ἀπό τό παράδειγμα τῆς ταπεινοφροσύνης πού σᾶς δίνω, ἀλλά ἐξακολουθήσεις νά ἀντιστέκεσαι ἐγω­­ι­στι­κά γιά νά μή σοῦ πλύνω τά πόδια, δέν ἔχεις καμία θέ­­ση κοντά μου, οὔτε θά συμμετάσχεις στή δόξα μου. 9 Τοῦ λέει τότε ὁ Σίμων Πέτρος: Κύριε, ἐάν πρόκειται νά πάθω τή συμφορά αὐτή, πλύνε μου ὄχι μόνο τά πόδια, ἀλλά καί τά χέρια μου καί τό κεφάλι μου. 10 Τοῦ λέει ὁ Ἰησοῦς: Ἐκεῖνος πού ἔχει λούσει ὁλόκληρο τό σῶμα του δέν ἔχει ἀνάγκη παρά νά πλύνει τά πόδια του μόνο, τά ὁποῖα λερώνονται διαρκῶς ἀπό τή σκόνη καί τή λάσπη τοῦ ἐδάφους· τό ὑπόλοιπο ὅμως σῶμα του παραμένει ὁλόκληρο καθαρό. Ἔτσι κι ἐσεῖς πού προ­­­­­­­­­­­σκολληθήκατε σέ μένα καί χωρισθήκατε γιά πάντα ἀπό τήν ἁμαρτία. Μόνο ἀπό κάποιους ἐλαφρούς μολυ­σμούς, στούς ὁποίους ἀπό ἀσθένεια παρασύρεσθε, ἔχε­τε ἀνάγκη νά καθαρισθεῖτε. Ὡς πρός τά ἄλλα ὅμως εἶστε κα­­θαροί. Δυστυχῶς ὅμως δέν εἶστε καθαροί ὅλοι. 11 Καί τό εἶπε αὐτό ὁ Ἰησοῦς, διότι γνώριζε ἐκεῖνον πού σκόπευε νά τόν παραδώσει στούς σταυρωτές του. Γι’ αὐτό εἶπε «δέν εἶστε ὅλοι καθαροί». 12 Ὅταν λοιπόν ἔπλυνε τά πόδια τους καί ξαναφόρεσε τά ἐξωτερικά ἐνδύματά του, κάθισε πάλι κοντά στό τραπέζι καί τούς εἶπε: Καταλαβαίνετε ποιά σημασία ἔχει αὐτό πού σᾶς ἔκανα γιά νά σᾶς διδάξω; 13 Νά λοιπόν ποιά εἶναι αὐτή: Ἐσεῖς μέ φωνάζετε· «Διδάσκαλε» καί «Κύ­­ριε». Καί καλά τό λέτε. Διότι εἶμαι καί ὁ Διδάσκαλος καί ὁ Κύριος. 14 Ἐάν λοιπόν ἔπλυνα τά πόδια σας ἐγώ, πού εἶμαι ὁ Κύριος καί ὁ Διδάσκαλος, ὀφείλετε πολύ περισσότερο κι ἐσεῖς, ἐμπνευσμένοι ἀπό τήν ταπεινοφροσύνη καί τήν ἀγάπη, νά πλένετε ὁ ἕνας τά πόδια τοῦ ἄλλου· καί νά ἔχετε τή διάθεση νά ὑποβληθεῖτε ἀκόμη καί στήν πιό ταπεινωτική διακονία γιά χάρη τοῦ συναν­θρώ­­που σας. 15 Διότι μ’ αὐτό πού σᾶς ἔκανα σᾶς ἔδωσα τέλειο παράδειγμα, ὥστε ὅπως ἐγώ ἔκανα σέ σᾶς, ἔτσι καί σεῖς νά κάνετε ὁ ἕνας στόν ἄλλο, καί ἀπό ἀγάπη νά ταπεινώ­νε­σθε καί νά ὑπηρετεῖτε ὁ ἕνας τόν ἄλλο. 16 Ἀληθινά, ἀληθινά σᾶς λέω, δέν ὑπάρχει δοῦ­­­λος ἀνώτερος ἀπό τόν κύριό του, οὔτε ἀπεσταλμένος μεγαλύτερος ἀπό ἐκεῖνον πού τόν ἔστειλε. Ἐάν λοιπόν ἐγώ ταπεινώθηκα ἀπό ἀγάπη καί ὑ­πη­­ρέ­τη­σα ἐσᾶς πού εἶστε δοῦλοι μου καί ἀπόστολοί μου, πολύ περισσότερο ὀφείλετε νά τό κάνετε καί σεῖς στούς ἄλλους, οἱ ὁποῖοι δέν εἶναι δοῦλοι σας ἀλλά συν­­ά­­­­δελ­φοι καί σύνδουλοί σας. 17 Ἄν γνωρίζετε καί μπορεῖτε νά καταλάβετε σαφῶς ὅ­­­σα σᾶς εἶ­πα, εἶστε μακάριοι ἄν τά ἐφαρμόζετε κι­­ό­λας.

Ματθ. κς΄ 21-39

21 Κι ἐκεῖ πού ἔτρωγαν, τούς εἶπε: Ἀληθινά σᾶς διαβεβαιώνω ὅτι ἕνας ἀπό σᾶς θά μέ παραδώσει στούς ἐχθρούς μου μέ προδοσία. 22 Κι αὐτοί λυπήθηκαν κατάκαρδα κι ἕνας-ἕνας ἄρχισαν νά τόν ρωτοῦν: Μήπως εἶμαι ἐγώ, Κύριε; 23 Ὁ Κύριος τούς ἀποκρίθηκε: Ἐκεῖνος πού βούτηξε μαζί μου τό χέρι στό ζωμό τῆς πιατέλας, αὐτός θά μέ παραδώσει νά θανατωθῶ. 24 Καί ὁ υἱός τοῦ ἀνθρώπου φεύγει βεβαίως ἀπ’ αὐτή τή ζωή σύμφωνα μέ τίς προφητεῖες πού ἔχουν γραφεῖ γι’ αὐτόν· ἀλίμονο ὅμως στόν ἄνθρωπο ἐκεῖνο πού γίνεται ὄργανο γιά νά παραδοθεῖ ὁ υἱός τοῦ ἀνθρώπου. Θά ἦταν καλύτερο γιά τόν ἄνθρωπο αὐτόν νά μήν εἶχε γεννηθεῖ. 25 Τότε ὁ Ἰούδας, πού θά τόν παρέδιδε, τοῦ ἀποκρί­θη­­­κε: Μήπως εἶμαι ἐγώ, διδάσκαλε; Κι ὁ Ἰησοῦς τοῦ ἀπά­­ντησε: Ἐσύ τό εἶπες ὅτι εἶσαι. 26 Κι ἐνῶ ἔτρωγαν, πῆρε ὁ Ἰησοῦς στά χέρια του τόν ἄρτο, κι ἀφοῦ εὐχαρίστησε, τόν ἔκοψε σέ κομμάτια κι ἄρχισε νά τόν μοιράζει στούς μαθητές λέγοντας: Λάβετε, φάγετε, αὐτό εἶναι τό σῶμα μου. 27 Κι ἀφοῦ πῆρε τό ποτήριο καί εὐχαρίστησε, τό ἔδωσε σ’ αὐτούς καί εἶπε: Πιεῖτε ἀπ’ αὐτό ὅλοι· 28 διότι αὐτό εἶναι τό αἷμα μου, πού ἐπικυρώνει τή νέα Διαθήκη καί χύνεται γιά τή σωτηρία πολλῶν, γιά νά τούς συγχωρηθοῦν οἱ ἁμαρτίες τους. 29 Σᾶς λέω μάλιστα ὅτι δέν θά ξαναπιῶ πλέον ἀπό τό προϊόν αὐτό καί γένημα τῆς ἀμπέλου μέχρι τήν ἡμέ­ρα ἐκείνη πού θά τό πίνω καινούργιο, καί μέ πολύ μεγαλύτερη χαρά θά εὐφραίνομαι μαζί σας στή βασιλεία τοῦ Πατέρα μου. Δηλαδή ὁ μυστικός αὐτός δεῖπνος εἶναι πρόγευση τῆς τέλειας κοινωνίας καί ἑνώσεώς μας, ἡ ὁποία θά πραγματοποιηθεῖ μέ ἀτελεύτητη εὐφροσύνη καί χαρά στή βασιλεία τῶν οὐρανῶν. 30 Κι ἀφοῦ ἔψαλαν κάποιον ὕμνο, βγῆκαν γιά νά πᾶ­νε στό ὄρος τῶν Ἐλαιῶν. Τότε τούς λέει ὁ Ἰησοῦς: 31 Τή νύχτα αὐτή ὅλοι ἐσεῖς θά κλονισθεῖτε στήν πίστη σας πρός ἐμένα. Διότι ἔχει γραφεῖ στόν προφήτη Ζαχαρία: Θά ἐπιτρέψω ἐγώ ὁ Θεός καί Πατήρ νά χτυπηθεῖ καί νά θανατωθεῖ ὁ ποιμένας, δηλαδή ἐγώ ὁ Χριστός, καί θά διασκορπισθοῦν τά πρόβατα τοῦ κοπαδιοῦ, δηλαδή ἐσεῖς οἱ μαθητές μου. 32 Ὅταν ὅμως ἀναστηθῶ, θά σᾶς περιμένω στή Γαλιλαία, ὅπου θά πάω πρίν ἀπό ἐσᾶς. Ἐκεῖ λοιπόν θά συναντηθοῦμε πάλι. 33 Ἀλλά ὁ Πέτρος τοῦ ἀποκρίθηκε: Ἐάν ὅλοι κλονισθοῦν στήν πίστη τους πρός ἐσένα, ἐγώ ὅμως ποτέ δέν θά κλονισθῶ. 34 Τοῦ εἶπε ὁ Ἰησοῦς: Ἀληθινά σέ διαβεβαιώνω ὅτι αὐτή τή νύχτα, προτοῦ νά λαλήσει ὁ πετεινός, θά μέ ἀρνηθεῖς τρεῖς φορές. 35 Ὁ Πέτρος ὅμως τοῦ λέει: Δέν θά σέ ἀρνηθῶ ποτέ, ἀκόμη κι ἄν χρειασθεῖ νά πεθάνω μαζί σου. Παρόμοια λόγια εἶπαν κι ὅλοι οἱ ἄλλοι μαθητές. 36 Τότε ὁ Ἰησοῦς ἔρχεται μαζί μ’ αὐτούς σέ κάποιο ἀγρό­κτη­μα πού λεγόταν Γεθσημανῆ, καί λέει στούς μαθητές: Καθίστε ἐδῶ, μέχρι νά πάω καί νά προσευχηθῶ ἐκεῖ. 37 Κι ἀφοῦ πῆρε μαζί του τόν Πέτρο καί τούς δύο γι­ούς τοῦ Ζεβεδαίου, ἄρχισε νά λυπᾶται καί νά ἀγωνιᾶ πολύ. 38 Τότε τούς λέει ὁ Ἰησοῦς: Ἡ ψυχή μου εἶναι τόσο πο­­λύ λυπημένη, ὥστε νά κινδυνεύω νά πεθάνω ἀπ’ τή λύ­πη. Μείνετε ἐδῶ ἄγρυπνοι μαζί μου. 39 Κι ἀφοῦ προχώρησε λίγο πιό πέρα, ἔπεσε μέ τό πρό­­σωπο στή γῆ καί προσευχόταν κι ἔλεγε: Πατέρα μου, ἄς φύγει ἀπό μένα τό ποτήρι αὐτό τοῦ μαρτυρικοῦ θα­νάτου, ἐάν εἶναι δυνατόν νά συμβιβασθεῖ αὐτό μέ τό σχέ­διό σου γιά τή σωτηρία τῶν ἀνθρώπων. Ὅμως νά γί­νει ὄχι ὅπως θέλω ἐγώ, ἀλλά ὅπως ἐσύ θέλεις.

Λκ. κβ΄ 43-44

43 Ἐμφανίστηκε τότε σ’ αὐτόν ἕνας ἄγγελος ἀπό τόν οὐ­ρανό, καί ἐνίσχυε τίς σωματικές του δυνάμεις, πού εἶχαν ἐξαντληθεῖ μέχρι λιποθυμίας. 44 Στό μεταξύ τόν κατέλαβε ἀγωνία καί γι’ αὐτό προσευ­χό­ταν τώρα θερμότερα καί μέ περισσότερη ἐπι­μονή. Καί ὁ ἱδρώτας του ἔγινε ἄφθονος καί πηχτός σάν κομμάτια πηγμένου αἵματος πού πέφτουν στή γῆ. 

Ματθ. κς΄ 40-κζ΄ 5

40 Ἔρχεται κατόπιν στούς μαθητές καί τούς βρίσκει νά κοιμοῦνται· καί λέει στόν Πέτρο: Τόση λίγη δύναμη εἴχατε, ὥστε δέν μπορέσατε οὔτε μία ὥρα νά μείνετε μαζί μου ἄγρυπνοι; 41 Νά ἀγρυπνεῖτε καί νά προσεύχεσθε, γιά νά μήν πέσετε σέ πειρασμό πού θά σᾶς παρασύρει στήν ἁμαρτία τῆς ἀρνήσεως καί τοῦ σκανδαλισμοῦ σας γιά μένα. Τό βάθος τῆς ψυχῆς σας εἶναι πρόθυμο νά ὑπακού­ει στό θέλημα τοῦ Θεοῦ· τό σαρκικό φρόνημα ὅμως κάνει τήν ἀνθρώπινη φύση ἀδύνατη καί παρασύρει τόν ἄνθρωπο στό κακό παρά τήν ἀγαθή διάθεσή του. 42 Πάλι γιά δεύτερη φορά ἀπομακρύνθηκε καί προσευχήθηκε λέγοντας: Πατέρα μου, ἐάν δέν εἶναι δυνατόν νά φύγει τό ποτήρι αὐτό ἀπό μένα καί δέν μπορεῖ νά γίνει διαφορετικά, ἀλλά πρέπει νά τό πιῶ τό ποτήρι αὐτό, ἄς γίνει τό θέλημά σου. 43 Κατόπιν ἦλθε καί τούς βρῆκε πάλι νά κοιμοῦνται· διότι τά μάτια τους ἦταν βαριά ἀπ’ τή νύστα. 44 Κι ἀφοῦ τούς ἄφησε, πῆγε πάλι καί προσευχήθηκε γιά τρίτη φορά καί εἶπε τά ἴδια λόγια προσευχῆς. 45 Τότε ἔρχεται στούς μαθητές του καί τούς λέει: Ἐξα­κολουθεῖτε λοιπόν νά κοιμάστε καί νά ἀναπαύεστε! Νά, πλησίασε ἡ ὥρα, καί ὁ υἱός τοῦ ἀνθρώπου παραδίδεται σέ χέρια ἁμαρτωλῶν. 46 Σηκωθεῖτε, ἄς πᾶμε νά τούς συναντήσουμε. Νά, πλησίασε αὐτός πού μέ παραδίδει.  47 Κι ἐνῶ ὁ Ἰησοῦς τούς μιλοῦσε ἀκόμη, ἰδού, ἦλθε ὁ Ἰού­­δας, ἕνας ἀπό τούς δώδεκα. Καί μαζί του ἦλθε κι ἕ­να μεγάλο πλῆθος ἀπό ἀνθρώπους ὁπλισμένους μέ μα­­χαί­ρια καί μέ ρόπαλα, τούς ὁποίους εἶχαν στείλει οἱ ἀρχιερεῖς καί οἱ πρεσβύτεροι τοῦ λαοῦ. 48 Ἐκεῖνος μάλιστα πού τόν παρέδωσε, εἶχε δώσει σ’ αὐτούς συνθηματικό λέγοντας: Ἐκεῖνον πού θά φιλήσω, αὐτός εἶναι· πιάστε τον προσέχοντας καλά μή σᾶς φύγει. 49 Κι ἀμέσως πλησίασε τόν Ἰησοῦ καί τοῦ εἶπε: Χαῖρε, δι­­­δά­σκαλε. Καί τόν φίλησε μέ προσποιητή ἐγκαρδιότη­τα. 50 Κι ὁ Ἰησοῦς τοῦ εἶπε: Φίλε, ἄφησε τό φίλημα καί κάνε αὐτό γιά τό ὁποῖο ἦλθες καί βρίσκεσαι τώρα ἐδῶ. Τότε πλησίασαν κι ἔβαλαν τά χέρια τους πάνω στόν Ἰησοῦ, τόν συνέλαβαν καί τόν ἔδεσαν. 51 Καί ξαφνικά, ἕνας ἀπό ἐκείνους πού ἦταν μαζί μέ τόν Ἰησοῦ ἅπλωσε τό χέρι του κι ἔβγαλε τό μαχαίρι του. Κι ἀφοῦ χτύπησε τόν δοῦλο τοῦ ἀρχιερέα, τοῦ ἔκοψε τό αὐτί. 52 Τότε τοῦ εἶπε ὁ Ἰησοῦς: Βάλε τό μαχαίρι ξανά πίσω στή θήκη του· διότι ὅλοι ὅσοι πῆραν μαχαίρι γιά νά τό χρησιμοποιήσουν ἐναντίον τοῦ συνανθρώπου τους, μέ μαχαίρι θά πεθάνουν. 53 Ἤ νομίζεις ὅτι δέν μπορῶ τώρα νά παρακαλέσω τόν Πατέρα μου καί νά παρατάξει στό πλευρό μου πε­ρισσότερες ἀπό δώδεκα λεγεῶνες ἀγγέλων; 54 Ἀλλ’ ἐάν ζητήσω τή βοήθεια τῶν ἀγγέλων, πῶς λοιπόν θά ἐκπληρωθοῦν καί θά ἐπαληθευθοῦν οἱ προφητεῖες τῶν Γραφῶν; Διότι αὐτές λένε ὅτι ἔτσι πρέπει νά γίνει κι ἔτσι πρέπει ὁ Μεσσίας νά θανατωθεῖ. 55 Ἐκείνη τήν ὥρα στράφηκε ὁ Ἰησοῦς πρός τούς ὄχλους καί τούς εἶπε: Σάν νά ἤμουν ληστής, βγήκατε μέ μαχαίρια καί μέ ρόπαλα νά μέ πιάσετε. Κάθε μέρα καθόμουν κοντά σας διδάσκοντας μέσα στό ἱερό καί δέν μέ συλλάβατε. 56 Ὅμως ὅλο αὐτό ἔγινε γιά νά ἐκπληρωθοῦν καί νά ἐπαληθευθοῦν ὅσα προφητικῶς ἔγραψαν οἱ προφῆτες. Τότε ὅλοι οἱ μαθητές τόν ἄφησαν κι ἔφυγαν. 57 Αὐτοί λοιπόν, ἀφοῦ συνέλαβαν τόν Ἰησοῦ, τόν ἔφε­ραν στόν Καϊάφα τόν ἀρχιερέα, ὅπου συγκεντρώθηκαν οἱ γραμματεῖς καί οἱ πρεσβύτεροι. 58 Ὁ Πέτρος μάλιστα τόν ἀκολουθοῦσε ἀπό μακριά μέχρι τό προαύλιο τοῦ μεγάρου τοῦ ἀρχιερέα. Κι ἀφοῦ μπῆκε στήν ἐσωτερική αὐλή, καθόταν ἐκεῖ μαζί μέ τούς ὑπηρέτες, γιά νά δεῖ πῶς θά τελείωνε ἡ ὑπόθεση. 59 Στό μεταξύ οἱ ἀρχιερεῖς καί οἱ πρεσβύτεροι καί ὅλα τά μέλη τοῦ συνεδρίου, ἐπειδή ἦταν ἀδύνατο νά βροῦν ἀληθινή μαρτυρία ἐναντίον τοῦ Ἰησοῦ, ζητοῦσαν κάποια ψευδομαρτυρία ἐναντίον του γιά νά τόν καταδικάσουν σέ θάνατο, 60 καί δέν βρῆκαν. Κι ἐνῶ ἦλθαν πολλοί ψευδομάρτυρες γιά ἐξέταση, δέν βρῆκαν καμία. Ὕστερα λοιπόν ἀπό πολλά, παρουσιάστηκαν μπροστά στό δικαστήριο δύο ψευδομάρτυρες 61 καί εἶπαν: Αὐτός εἶπε: Μπορῶ νά γκρεμίσω τό ναό τοῦ Θεοῦ καί μέσα σέ τρεῖς ἡμέρες νά τόν ξανακτίσω. 62 Ὁ ἀρχιερέας τότε σηκώθηκε ὄρθιος καί τοῦ εἶπε: Δέν ἔχεις νά ἀποκριθεῖς τίποτε; Τί εἶναι αὐτά πού σέ κα­τηγοροῦν αὐτοί; 63 Ὁ Ἰησοῦς ὅμως σιωποῦσε. Κι ὁ ἀρχιερέας τότε τοῦ εἶπε: Σέ ἐξορκίζω στό ὄνομα τοῦ Θεοῦ, ὁ ὁποῖος ζεῖ καί τιμωρεῖ τούς ἐπίορκους, νά μᾶς πεῖς ἄν εἶσαι ἐσύ ὁ Χριστός, ὁ υἱός τοῦ Θεοῦ. 64 Τοῦ λέει ὁ Ἰησοῦς: Τό εἶπες ἐσύ ὅτι εἶμαι ὁ Χριστός, ὁ υἱός τοῦ Θεοῦ. Ἀλλ’ ὅμως σᾶς λέω ὅτι σύντομα θά δεῖτε τόν υἱό τοῦ ἀνθρώπου, τόν Θεάνθρωπο Μεσ­σία, νά κάθεται στά δεξιά τοῦ παντοδύναμου Θεοῦ καί νά ἔρχεται πάνω στά σύννεφα τοῦ οὐρανοῦ ὡς ἔνδοξος Κριτής. 65 Τότε ὁ ἀρχιερέας, ἐκδηλώνοντας ὑποκριτικά τήν ἀγανάκτηση καί ἀποδοκιμασία του ἐναντίον τῆς φρι­κτῆς βλασφημίας πού ἀκούστηκε, ἔσχισε τά ροῦχα του, ὅπως ἦταν ἡ συνήθεια πού ἐπικρατοῦσε μεταξύ τῶν Ἰου­δαίων, καί εἶπε: Ὁ κατηγορούμενος βλασφήμησε. Τί μᾶς χρειάζονται πλέον μάρτυρες; Νά, μόλις τώρα ἀκούσατε τή βλασφημία του. 66 Τί γνώμη ἔχετε; Κι αὐτοί ἀποκρίθηκαν: Εἶναι ἔνοχος ἐγκλήματος πού τιμωρεῖται μέ θάνατο. 67 Τότε τόν ἔφτυσαν στό πρόσωπο καί τόν χτύπησαν στόν αὐχένα, καί ἄλλοι τόν χαστούκισαν 68 λέγοντας: Προφήτευσέ μας, Χριστέ, ποιός εἶναι ἐκεῖ­νος πού σέ χτύπησε; 69 Ὁ Πέτρος στό μεταξύ καθόταν ἔξω στήν αὐλή. Κι ἐκεῖ τόν πλησίασε μιά μικρή ὑπηρέτρια καί τοῦ εἶπε: Ἤσουν κι ἐσύ μαζί μέ τόν Ἰησοῦ τόν Γαλιλαῖο. 70 Αὐτός ὅμως ἀρνήθηκε μπροστά σ’ ὅλους αὐτούς καί εἶπε: Δέν ξέρω τί λές. 71 Κι ὅταν βγῆκε στήν ἐξώπορτα καί τό προαύλιο, τόν εἶ­δε μιά ἄλλη καί εἶπε σ’ αὐτούς πού ἦταν μα­ζεμένοι: Ἦταν κι αὐτός ἐκεῖ, μαζί μέ τόν Ἰησοῦ τόν Να­ζωραῖο. 72 Καί πάλι ὁ Πέτρος ἀρνήθηκε μέ ὅρκο λέγοντας: Δέν τόν γνωρίζω αὐτόν τόν ἄνθρωπο. 73 Ὕστερα πάλι ἀπό λίγο πλησίασαν ἐκεῖνοι πού στέκονταν ἐκεῖ καί εἶπαν στόν Πέτρο: Ἀσφαλῶς κι ἐσύ ἀπό αὐτούς εἶσαι. Γιατί καί ἡ προφορά τῆς ὁμιλίας σου σέ προδίδει καί σέ ἀποκαλύπτει. 74 Τότε ἐκεῖνος ἄρχισε νά καταριέται τόν ἑαυτό του καί νά ὁρ­κίζεται λέγοντας: Δέν τόν ξέρω τόν ἄνθρωπο. Κι ἀμέσως λάλησε ὁ πετεινός. 75 Καί τότε θυμήθηκε ὁ Πέτρος τό λόγο τοῦ Ἰησοῦ, πού τοῦ εἶχε πεῖ ὅτι προτοῦ λαλήσει ὁ πετεινός θά μέ ἀρ­νη­θεῖς τρεῖς φορές. Κι ἀφοῦ βγῆκε ἔξω ἀπό τήν ἐξώ­πορτα καί τό προαύλιο, ἔκλαψε πικρά. 

κζ΄ 1 Κι ὅταν ξημέρωσε, συνεδρίασαν ὅλοι οἱ ἀρχιερεῖς καί οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐναντίον τοῦ Ἰησοῦ, γιά νά ἐπιτύχουν τήν ἐκτέλεση τῆς θανατικῆς ποινῆς του. 2 Κι ἀφοῦ τόν ἔδεσαν, τόν πῆραν ἀπό ἐκεῖ καί τόν παρέδωσαν στόν Πόντιο Πιλάτο, τόν Ρωμαῖο ἐπίτροπο καί διοικητή. 3 Τότε ὁ Ἰούδας, πού τόν παρέδωσε μέ προδοσία στούς Ἰουδαίους, ­σάν εἶδε ὅτι ὁ Ἰησοῦς καταδικάστη­­­­­κε, μεταμελήθηκε κι ἐπέστρεψε τά τριάντα ἀση­­μέ­­­νια ­νο­μίσματα στούς ἀρχιερεῖς καί στούς πρεσβυ­τέ­ρους 4 καί εἶπε: Ἁμάρτησα διότι παρέδωσα αἷμα ἀθῶο γιά νά χυθεῖ. Αὐτοί ὅμως τοῦ εἶπαν: Τί μᾶς ἐνδιαφέρει; Ἐσύ θά φροντίσεις νά ἀπαλλαγεῖς ἀπό τήν εὐθύνη. Ἐσύ θά δώσεις λόγο γι’ αὐτό. 5 Κι ἀφοῦ ἔριξε τά ἀση­μένια νομίσματα στόν περίβολο τοῦ ναοῦ, ἔφυγε καί πῆγε καί πνίγηκε μέ σκοινί.