Εὐαγγέλιον: ἡμέρας, Τρ. ι΄ ἑβδ. Ματθαίου (Ματθ. κα΄ 23-27)
23 Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην; 24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 25 τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν, ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ’ ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ· 26 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ἔχουσι τὸν Ἰωάννην ὡς προφήτην. 27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
23 Κι ὅταν ὁ Ἰησοῦς ἦλθε στό ναό, τήν ὥρα πού δίδασκε, τόν πλησίασαν οἱ ἀρχιερεῖς καί οἱ πρεσβύτεροι τοῦ λαοῦ καί τοῦ εἶπαν: Μέ ποιά ἐξουσία τά κάνεις αὐτά; Καί ποιός σοῦ ἔδωσε τό δικαίωμα νά διώχνεις ἀπό τό ναό τούς ἀνθρώπους καί νά διδάσκεις μέσα στόν ἱερό αὐτό τόπο; 24 Τότε τούς ἀποκρίθηκε ὁ Ἰησοῦς: Θά σᾶς κάνω κι ἐγώ μιά ἐρώτηση, στήν ὁποία ἐάν μοῦ ἀπαντήσετε, θά σᾶς πῶ κι ἐγώ μέ ποιά ἐξουσία κάνω αὐτά πού ἔκανα. 25 Τό βάπτισμα τοῦ Ἰωάννου, ὁ ὁποῖος μαρτύρησε γιά μένα καί ὑπῆρξε πρόδρομός μου, ἀπό ποῦ προερχόταν; Ἀπό τόν Θεό ἤ ἀπό ἐπινόηση κι ἐντολή ἀνθρώπων; Αὐτοί λοιπόν συλλογίζονταν μέσα τους κι ἔλεγαν: Ἄν ποῦμε ὅτι ἦταν ἀπό τόν Θεό, θά μᾶς πεῖ: γιατί λοιπόν δέν πιστέψατε σ’ αὐτόν; 26 Ἄν ὅμως ποῦμε ὅτι προερχόταν ἀπό ἐντολή ἀνθρώπων, φοβούμαστε μήπως μᾶς κακοποιήσει ὁ λαός. Διότι ὅλοι τιμοῦν τόν Ἰωάννη ὡς προφήτη. 27 Καί αὐτοί πού ἰσχυρίζονταν ὅτι ἦταν οἱ ἀναγνωρισμένοι διδάσκαλοι τοῦ Ἰσραήλ τοῦ ἀποκρίθηκαν: Δέν ξέρουμε. Τότε τούς εἶπε κι αὐτός: Ἀφοῦ ξεφεύγετε καί δέν εἶστε εἰλικρινεῖς, οὔτε ἐγώ σᾶς λέω μέ ποιό δικαίωμα τά κάνω αὐτά.