Ἀπόστολος: ἡμέρας, Σαβ. ια΄ ἑβδ. ἐπιστολῶν (Α΄ Κορ. α΄ 3-9)
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, 5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, 6 καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, 7 ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 8 ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 9 πιστὸς ὁ Θεὸς δι᾿ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
3 Σᾶς εὔχομαι νά εἶναι μαζί σας ἡ χάρις καί ἡ εἰρήνη ἀπό τόν Θεό Πατέρα μας καί τόν Κύριο Ἰησοῦ Χριστό. 4 Εὐχαριστῶ τόν Θεό μου πάντοτε γιά σᾶς, γιά τή χάρη τῆς σωτηρίας καί τά ὑπόλοιπα χαρίσματα τοῦ Θεοῦ πού σᾶς δόθηκαν ὡς καρπός τῆς κοινωνίας σας μέ τόν Ἰησοῦ Χριστό. 5 Διότι ἀπό τήν ἐπικοινωνία καί τήν ἕνωσή σας μ’ αὐτόν γίνατε πλούσιοι σέ ὅλα· δηλαδή σέ κάθε λόγο χριστιανικῆς ἀλήθειας καί σέ κάθε πνευματική γνώση. 6 Καί μέ τά χαρίσματα αὐτά πού λάβατε ἐπιβεβαιώθηκε μεταξύ σας ὡς ἀληθινή ἡ μαρτυρία πού σᾶς δώσαμε μέ τό κήρυγμά μας γιά τόν Χριστό. 7 Καί πλουτίσατε τόσο πολύ, ὥστε νά μήν ὑστερεῖτε σέ κανένα χάρισμα γιά ὅσο χρόνο περιμένετε μέ ἐγκαρτέρηση καί ἐλπίδα τήν ἡμέρα ἐκείνη τῆς Κρίσεως, στήν ὁποία θά φανερωθεῖ ὁ Κύριός μας Ἰησοῦς Χριστός. 8 Αὐτός καί θά σᾶς στερεώσει μέχρι τέλους, ὥστε νά εἶστε ἀκατηγόρητοι καί ἄμεμπτοι τήν ἡμέρα τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. 9 Καί γι’ αὐτό νά εἶστε βέβαιοι· διότι ὁ Θεός, ἀπό τόν ὁποῖο κληθήκατε νά γίνετε συμμέτοχοι τῆς ἔνδοξης ζωῆς τοῦ Υἱοῦ του Ἰησοῦ Χριστοῦ, τοῦ Κυρίου μας, εἶναι ἀξιόπιστος καί τηρεῖ ὅλες του τίς ὑποσχέσεις. Καί γι’ αὐτό ὀφείλει κι ὁ καθένας μας νά βασίζεται σ’ αὐτόν χωρίς δισταγμό.