Εὐαγγέλιον: ἡμέρας, Δευτ. ιε΄ ἑβδ. Λουκᾶ (Μρ. ι΄ 46-52)
46 Καὶ ἔρχονται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἱεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτίμαιος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυῒδ Ἰησοῦ, ἐλέησόν με. 48 καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με. 49 καὶ στὰς ὁ Ἰησοῦς εἶπε· φωνήσατε αὐτόν· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε· φωνεῖ σε. 50 ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. 51 καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ραββουνί, ἵνα ἀναβλέψω. 52 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ.
ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ
46 Ἔρχονται κατόπιν στήν Ἱεριχώ. Καί τήν ὥρα πού ἔβγαιναν ἀπό τήν πόλη αὐτός καί οἱ μαθητές του καί λαός πολύς, κοντά στό δρόμο καθόταν καί ζητιάνευε ὁ τυφλός Βαρτίμαιος, ὁ γιός δηλαδή τοῦ Τιμαίου. 47 Κι ὅταν ἄκουσε ὅτι ὁ Ἰησοῦς ὁ Ναζωραῖος ἦταν ἐκεῖ, ἄρχισε νά κραυγάζει δυνατά καί νά λέει: Ἰησοῦ, ἔνδοξε ἀπόγονε τοῦ Δαβίδ πού σέ προανήγγειλαν οἱ προφῆτες, σπλαχνίσου με. 48 Πολλοί τότε ἄρχισαν νά τόν μαλώνουν καί νά τόν ἀναγκάζουν νά σιωπήσει. Αὐτός ὅμως πολύ περισσότερο φώναζε: Ἀπόγονε τοῦ Δαβίδ, σπλαχνίσου με. 49 Τότε ὁ Ἰησοῦς διέκοψε τήν πορεία του καί εἶπε: Καλέστε τον. Φωνάζουν τότε τόν τυφλό καί τοῦ λένε: Ἔχε θάρρος· σήκω, σέ φωνάζει νά πᾶς ἐκεῖ. 50 Αὐτός λοιπόν, ἀφοῦ πέταξε τό ἐξωτερικό του ἔνδυμα γιά νά μήν τόν ἐμποδίζει στό τρέξιμό του, πετάχθηκε πάνω κι ἔτρεξε πρός τόν Ἰησοῦ. 51 Τότε ὁ Ἰησοῦς ἀπευθύνθηκε σ’ αὐτόν καί τόν ρώτησε: Τί θέλεις νά σοῦ κάνω; Κι ὁ τυφλός τοῦ ἀποκρίθηκε: Διδάσκαλε, θέλω νά ἀποκτήσω πάλι τό φῶς μου καί νά ξαναδῶ. 52 Κι ὁ Ἰησοῦς τοῦ εἶπε: Πήγαινε. Ἡ πίστη πού ἔχεις ὅτι ἐγώ μπορῶ νά σοῦ δώσω τό φῶς τῶν ματιῶν σου, σέ ἔσωσε ἀπό τήν ἀθεράπευτη τύφλωσή σου. Κι ἀμέσως ἀπέκτησε πάλι τό φῶς του. Καί γεμάτος εὐγνωμοσύνη ἀκολουθοῦσε τόν Ἰησοῦ στό δρόμο πού βάδιζε πηγαίνοντας στά Ἱεροσόλυμα.