ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (22/7)

Ἀπόστολος: ἡμέρας, Δευτ. ς΄ ἑβδ. ἐπιστολῶν (Ῥωμ. ις΄ 17-24)

17 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελ­φοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνατε ἀπ᾿ αὐτῶν· 18 οἱ γὰρ τοιοῦτοι τῷ Κυ­ρί­ῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυ­τῶν κοιλίᾳ, καὶ διὰ τῆς χρη­στολογίας καὶ εὐλο­­­­­γίας ἐξαπατῶσι τὰς καρ­δίας τῶν ἀκάκων· 19 ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. χαίρω οὖν τὸ ἐφ᾿ ὑμῖν· θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. 20 ὁ δὲ Θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. 21 Ἀσπάζονται ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. 22 ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπι­στο­λὴν ἐν Κυρίῳ. 23 ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ τῆς ἐκ­κλη­σί­ας ὅλης. ἀσπάζεται ὑμᾶς Ἔρα­­στος ὁ οἰκονόμος τῆς πό­λ­εως καὶ Κούαρτος ὁ ἀδελ­­φός. 24 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν· ἀμήν.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

17 Σᾶς παρακαλῶ, ἀδελφοί, σάν ἄγρυπνοι φύλακες νά παρακολουθεῖτε ἐκείνους πού δημιουργοῦν τίς διαιρέσεις καί τά σκάνδαλα καί συμπεριφέρονται ἀντίθετα μέ τήν ἀποστολική διδασκαλία πού ἐσεῖς μάθατε. Σημαδέψτε τους καί φεύγετε μακριά ἀπ’ αὐτούς. 18 Διότι αὐτοῦ τοῦ εἴδους οἱ ἄνθρωποι δέν ὑπηρετοῦν τόν Κύριό μας Ἰησοῦ Χριστό ἀλλά τήν κοιλιά τους. Ζητοῦν νά κα­λοπεράσουν σέ βάρος τῶν μαθητῶν τους. Καί μέ κα­λά λόγια καί ἐπαίνους ἐξαπατοῦν τίς καρδιές τῶν ἀπο­νή­ρευ­των. 19 Σᾶς γράφω αὐτά, διότι ἡ ὑπακοή σας ἔφτασε στά αὐτιά ὅλων, καί ἑπόμενο εἶναι νά σπεύσουν αὐτοί νά τήν ἐκμεταλλευθοῦν. Χαίρομαι λοιπόν γιά σᾶς. Σᾶς θέ­λω ὅμως νά εἶστε συνετοί καί διακριτικοί ὅταν κάνετε τό καλό, ὥστε νά μή σᾶς ἐκμεταλλεύονται οἱ ἐπιτήδειοι, καί συγχρόνως νά εἶστε ἁγνοί καί ἀμέτοχοι ἀπό κάθε κακό. 20 Κι ὁ Θεός πού δίνει τήν εἰρήνη θά συντρίψει γρήγορα κάτω ἀπό τά πόδια σας τόν σατανά, πού εἶναι ὁ αἴτιος τῶν διαιρέσεων καί τῶν σκανδάλων. Ἡ χάρις τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ νά εἶναι μαζί σας. 21 Σᾶς χαιρετοῦν ὁ Τιμόθεος ὁ συνεργάτης μου στό ἔργο τοῦ Εὐαγγελίου καί ὁ Λούκιος καί ὁ Ἰάσων καί ὁ Σωσίπατρος, οἱ συμπατριῶτες μου. 22 Σᾶς χαιρετῶ ἐν Κυρίῳ ἐγώ ὁ Τέρτιος, πού ἔγραψα μέ τήν ὑπαγόρευση τοῦ Παύλου τήν ἐπιστολή αὐτή. 23 Σᾶς χαιρετᾶ ὁ Γάιος, ὁ ὁποῖος φιλοξενεῖ ἐμένα κι ὅλους τούς Χριστιανούς πού ἀπό κάθε Ἐκκλησία διέρχονται ἀπό τήν Κόρινθο. Σᾶς χαιρετᾶ ὁ Ἔραστος, ὁ θησαυροφύλακας τῆς πόλεως τῆς Κορίνθου, καί ὁ Κούαρτος ὁ ἐν Χριστῷ ἀδελφός. 24 Ἡ χάρις τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ νά εἶναι μέ ὅλους σας. Ἀμήν.