ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (4/8)

Εὐαγγέλιον: Κυρ. ζ΄ Ματθαίου (Ματθ. θ΄ 27-35)

27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐ­τῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. 28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πι­στεύετε ὅτι δύναμαι τοῦ­το ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε. 29 τότε ἥψατο τῶν ὀφθαλ­μῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑ­μῖν. 30 καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμή­σατο αὐτοῖς ὁ Ἰησοῦς λέ­γων·­ ὁρᾶτε μηδεὶς γινωσκέτω. 31 οἱ δὲ ἐξελθόντες διεφήμι­σαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐ­­­κείνῃ. 32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄν­θρωπον κωφὸν δαιμονιζόμενον· 33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

27 Κι ἐνῶ ἔφευγε ἀπό ἐκεῖ ὁ Ἰησοῦς, τόν ἀκολούθησαν δύο τυφλοί, οἱ ὁποῖοι φώναζαν δυνατά κι ἔλεγαν: Σπλα­χνίσου μας καί θεράπευσέ μας, ἔνδοξε ἀπόγονε τοῦ Δα­βίδ. 28 Κι ὅταν ἔφθασε στό σπίτι, ἦλθαν κοντά του οἱ τυφλοί, καί ὁ Ἰησοῦς τούς λέει: Πιστεύετε ὅτι ἔχω τή δύ­να­μη νά κάνω αὐτό πού μοῦ ζητᾶτε; Κι ἐκεῖνοι τοῦ ἀπα-­ν­τοῦν: Ναί, Κύριε. 29 Τότε ἄγγιξε μέ τά δάκτυλά του τά μάτια τους καί τούς εἶπε: Ἄς γίνει αὐτό πού ζητᾶτε σύμφωνα μέ τήν πίστη σας. 30 Κι ἄνοιξαν τά μάτια τους. Καί ὁ Ἰησοῦς μέ αὐστη­ρό­τητα τούς πρόσταξε λέγοντας: Προσέχετε, κανείς μή μάθει τό θαῦμα πού σᾶς ἔκανα. 31 Αὐτοί ὅμως, ὅταν βγῆκαν ἀπό τό σπίτι, διέδωσαν τή φήμη τοῦ Ἰησοῦ ὡς Μεσσία καί θαυματουργοῦ σ’ ὅλη τή χώρα ἐκείνη. 32 Καί καθώς οἱ δύο αὐτοί ἔβγαιναν ἀπό τό σπίτι, ἰδού, ἔφεραν πρός τόν Ἰησοῦ ἕναν ἄνθρωπο πού ἦταν κυριευμένος ἀπό δαιμόνιο καί ἦταν κουφός καί ἄλαλος. 33 Καί μόλις ὁ Χριστός ἔδιωξε τό δαιμόνιο αὐτό, ὁ κουφός μίλησε. Καί τά πλήθη τοῦ λαοῦ θαύμασαν κι ἔλε­γαν: Ποτέ δέν φάνηκαν τέτοια θαύματα στό ἔθνος τοῦ Ἰσραήλ· οὔτε ὅταν οἱ προφῆτες καί οἱ ὑπόλοιποι ἅγιοι ἄνδρες θαυματουργοῦσαν ἀνάμεσά του. 34 Οἱ Φαρισαῖοι ὅμως ἔλεγαν: Μέ τή βοήθεια καί τή συνεργασία τοῦ ἀρχηγοῦ τῶν δαιμόνων βγάζει τά δαιμόνια ἀπό τούς δαιμονισμένους. 35 Καί περιόδευε ὁ Ἰησοῦς ὅλες τίς πόλεις καί τά χωριά, διδάσκοντας στίς συναγωγές τους καί κηρύττοντας τό χαρμόσυνο κήρυγμα τῆς βασιλείας τοῦ Θεοῦ καί θεραπεύοντας κάθε ἀσθένεια καί ἀδιαθεσία στό λαό.