ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (13/8)

Εὐαγγέλιον: ἡμέρας, Τρ. θ΄ ἑβδ. Ματθαίου (Ματθ. ιη΄ 18-22, ιθ΄ 1-2, 13-15)

18 Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. 19 Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐ­­τοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄ­­­­νο­μα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐ­­τῶν. 21 Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, ποσά­κις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀ­­δελφός μου καὶ ἀφήσω αὐ­τῷ; ἕως ἑπτάκις; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾿ ἕως ἑβδομηκοντάκις ἑπτά.

ιθ΄ 1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. 2 καὶ ἠκολούθησαν αὐτῷ ὄ­­­­­χλοι πολλοί, καὶ ἐθεράπευ­σεν αὐτοὺς ἐκεῖ.

13 Τότε προσηνέχθη αὐτῷ παιδία, ἵνα ἐπιθῇ αὐτοῖς τὰς χεῖρας καὶ προσεύξηται·­ οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. 15 καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

18 Ἀληθινά σᾶς λέω, ὅσα ἁμαρτήματα δέσετε καί τά κηρύξετε ἀσυγχώρητα πάνω στή γῆ, θά εἶναι δεμένα καί ἀσυγχώρητα καί στόν οὐρανό ἀπό μένα καί τόν Πατέρα μου· καί ὅσα λύσετε καί συγχωρήσετε πάνω στή γῆ, θά εἶναι λυμένα καί συγχωρημένα στόν οὐρανό ἀπό μένα καί τόν Πατέρα μου. 19 Πάλι σᾶς διαβεβαιώνω ὅτι ἐάν δύο ἀπό σᾶς συμφωνήσουν πάνω στή γῆ γιά κάθε πράγμα πού θά ζητήσουν στήν προσευχή τους, θά τούς τό κάνει ὁ Πατέρας μου πού εἶναι στούς οὐρανούς. 20 Διότι ὅπου εἶναι δύο ἤ τρεῖς συναγμένοι γιά μένα καί γιά σκοπούς σύμφωνους μέ τό θέλημά μου, ἐκεῖ εἶμαι κι ἐγώ μεταξύ τους, γιά νά τούς εἰσακούω, νά τούς ἐμπνέω, νά τούς ὁδηγῶ καί νά τούς προστατεύω. 21 Τότε ὁ Πέτρος τόν πλησίασε καί τοῦ εἶπε: Κύριε, πόσες φορές θά μοῦ φταίξει ὁ ἀδελφός μου καί θά τόν συγχωρήσω; Εἶναι ἀρκετό ὥς ἑπτά φορές; 22 Κι ὁ Ἰησοῦς τοῦ ἀπαντᾶ: Δέν σοῦ λέω ἕως ἑπτά φο­ρές, ἀλλά ἕως ἑβδομήντα φορές τό ἑπτά, δηλαδή ἀναρίθμητες φορές.

ιθ΄ 1 Κι ὅταν τελείωσε ὁ Ἰησοῦς τούς λόγους αὐτούς, ἀνα­χώρησε ἀπό τή Γαλιλαία καί ἦλθε στά σύνορα τῆς Ἰουδαίας πέρα ἀπό τόν Ἰορδάνη. 2 Καί τόν ἀκολούθησαν πολλά πλήθη λαοῦ, κι ἐκεῖ τούς θεράπευσε.

13 Τότε τοῦ ἔφεραν κάποιοι μικρά παιδιά, γιά νά τά εὐλογήσει βάζοντας πάνω τους τά χέρια του καί νά προσευχηθεῖ γι’ αὐ­τά. Οἱ μαθητές ὅμως τούς μάλωσαν. 14 Τότε ὁ Ἰησοῦς τούς εἶπε: Ἀφῆστε τά παιδιά καί μήν τά ἐμποδίζετε νά ἔλθουν κοντά μου, διότι γι’ αὐτούς πού θά γίνουν σάν κι αὐτά εἶναι ἡ βασιλεία τῶν οὐρανῶν. 15 Κι ἀφοῦ ἔβαλε τά χέρια του ἐπάνω τους γιά νά τά εὐλογήσει, ἔφυγε ἀπό ἐκεῖ.