ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ (24/8)

Εὐαγγέλιον: ἡμέρας, Σαβ. ι΄ ἑβδ. Ματθαίου (Ματθ. ιζ΄ 24-ιη΄ 4)

24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 λέγει, ναί. καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθα­σεν αὐτὸν ὁ Ἰησοῦς λέγων·­ τί σοι δοκεῖ, Σίμων; οἱ βασι­λεῖς τῆς γῆς ἀπὸ τίνων λαμ­βάνουσι τέλη ἢ κῆνσον; ἀ­­­πὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 λέγει αὐτῷ ὁ Πέτρος· ἀ­­πὸ τῶν ἀλλοτρίων. ἔφη αὐ­­τῷ ὁ Ἰησοῦς· ἄραγε ἐλεύθε­ροί εἰσιν οἱ υἱοί. 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λα­­βὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. 

ιη΄ 1 Εν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2 καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς παιδίον ἔστησεν αὐ­­τὸ ἐν μέσῳ αὐτῶν καὶ εἶ­­πεν· 3 ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρα­νῶν. 4 ὅστις οὖν ταπεινώσει ἑαυ­τὸν ὡς τὸ παιδίον τοῦτο, οὗ­τός ἐστιν ὁ μείζων ἐν τῇ βα­­σιλείᾳ τῶν οὐρανῶν.

ΕΡΜΗΝΕΙΑ Π. Ν. ΤΡΕΜΠΕΛΑ

24 Κι ὅταν ἔφθασαν στήν Καπερναούμ, ἦλθαν στόν Πέτρο οἱ εἰσπράκτορες τοῦ φόρου τῶν δύο δραχμῶν πού οἱ Ἰουδαῖοι ἀπό εὐ­λάβεια πρόσφεραν γιά τό ναό, καί εἶ­παν: Ὁ διδάσκαλός σας δέν πληρώνει τίς δύο δραχμές; 25 Λέει ὁ Πέτρος: Ναί, θά τίς πληρώσει. Κι ὅταν μπῆκε στό σπίτι, τόν πρόλαβε ὁ Ἰησοῦς καί τοῦ εἶπε: Τί γνώμη ἔχεις, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπό ποιούς παίρνουν δασμούς ἤ κεφαλικό φόρο; Ἀπό τά παιδιά τους ἤ ἀπό τούς ξένους, πού δέν εἶναι μέλη τοῦ βασιλικοῦ τους οἴκου; 26 Τοῦ λέει ὁ Πέτρος: Ἀπό τούς ξένους. Τότε ὁ Ἰη­σοῦς τοῦ εἶπε: Συνεπῶς τά παιδιά τοῦ βασιλιᾶ ἀπαλ­λάσ­­σονται ἀπό κάθε φορολογία. Οὔτε ἐγώ λοιπόν, πού εἶμαι γνήσιος Υἱός τοῦ Θεοῦ, οὔτε ἐσεῖς πού μέ ὑπη­ρετεῖτε, εἴμαστε ὑποχρεωμένοι νά πληρώνουμε φό­ρο γιά τόν οἶκο τοῦ Θεοῦ Πατέρα μας. 27 Γιά νά μήν τούς σκανδαλίσουμε ὅμως καί παρεξηγώντας τό παράδειγμά μας παρακινηθοῦν ἀπ’ αὐτό νά περιφρονοῦν τό ναό, πήγαινε στή θάλασσα καί ρίξε τ’ ἀγκίστρι. Καί τό πρῶτο ψάρι πού θά βγάλεις πάρ’ το, ἄνοιξε τό στόμα του καί θά βρεῖς ἕνα ἀσημένιο τετράδραχμο. Πάρ’ το ἐκεῖνο καί δῶσ’ το σ’ αὐτούς γιά μένα καί γιά σένα. 

ιη΄ 1 Εκείνη τήν ὥρα πού ὁ Ἰησοῦς ἐπέδειξε τήν προτίμηση αὐτή στόν Πέτρο, τόν πλησίασαν οἱ μαθητές καί τοῦ εἶπαν: Ποιός λοιπόν εἶναι μεγαλύτερος καί περισσότερο διακεκριμένος ἀπ’ τούς ἄλλους στή βασιλεία τῶν οὐρανῶν; 2 Ὁ Ἰησοῦς τότε προσκάλεσε ἕνα παιδί, τό ἔστησε ἀνάμεσά τους καί εἶπε: 3 Ἀληθινά σᾶς διαβεβαιώνω ὅτι, ἐάν δέν ἀλ­λά­ξετε φρόνημα καί δέν γίνετε ταπεινοί, ἀθῶοι καί ἀπο­νή­ρευτοι σάν τά παιδιά, δέν θά μπεῖτε στή βασιλεία τῶν οὐρανῶν. 4 Ὅποιος ταπεινώσει τόν ἑαυτό του σάν τό παιδάκι αὐτό, αὐτός εἶναι ὁ μεγαλύτερος στή βασιλεία τῶν οὐρανῶν.